Opened
An initiative of The Kingdom Tribe (TKT)
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Exod
Exodus
26
LXX
BSB
A
a
Holy Place
, place
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· Χερουβὶμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.
BSB
BSB:
“You are to construct the tabernacle itself with ten curtains of finely spun linen, each with blue, purple, and scarlet yarn, and cherubim skillfully worked into them.
2
LXX
μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.
BSB
BSB:
Each curtain shall be twenty-eight cubits long and four cubits wide—all curtains the same size.
3
LXX
πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμενοι ἑτέρα τῇ ἑτέρᾳ.
BSB
BSB:
Five of the curtains are to be joined together, and the other five joined as well.
4
LXX
καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτω ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ.
BSB
BSB:
Make loops of blue material on the edge of the end curtain in the first set, and do the same for the end curtain in the second set.
5
LXX
πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην.
BSB
BSB:
Make fifty loops on one curtain and fifty loops on the end curtain of the second set, so that the loops line up opposite one another.
6
LXX
καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς. καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις. καὶ ἔσται ἡ σκηνὴ μία.
BSB
BSB:
Make fifty gold clasps as well, and join the curtains together with the clasps, so that the tabernacle will be a unit.
7
LXX
καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέρρεις ποιήσεις αὐτάς.
BSB
BSB:
You are to make curtains of goat hair for the tent over the tabernacle—eleven curtains in all.
8
LXX
τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς, τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς μιᾶς· τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέρρεσι.
BSB
BSB:
Each of the eleven curtains is to be the same size—thirty cubits long and four cubits wide.
9
LXX
καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτό, καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό. καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς.
BSB
BSB:
Join five of the curtains into one set and the other six into another. Then fold the sixth curtain over double at the front of the tent.
10
LXX
καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ συμβολήν. καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως, τῆς συναπτούσης τῆς δευτέρας.
BSB
BSB:
Make fifty loops along the edge of the end curtain in the first set, and fifty loops along the edge of the corresponding curtain in the second set.
11
LXX
καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα. καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέρρεις, καὶ ἔσται ἕν.
BSB
BSB:
Make fifty bronze clasps and put them through the loops to join the tent together as a unit.
12
LXX
καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσι τῆς σκηνῆς. τὸ ἥμισυ τῆς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις εἰς τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς. ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς.
BSB
BSB:
As for the overlap that remains of the tent curtains, the half curtain that is left over shall hang down over the back of the tabernacle.
13
LXX
πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων, ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς, ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ.
BSB
BSB:
And the tent curtains will be a cubit longer on either side, and the excess will hang over the sides of the tabernacle to cover it.
14
LXX
καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν.
BSB
BSB:
Also make a covering for the tent out of ram skins dyed red, and over that a covering of fine leather.
15
LXX
καὶ ποιήσεις στύλους τῆς σκηνῆς ἐκ ξύλων ἀσήπτων.
BSB
BSB:
You are to construct upright frames of acacia wood for the tabernacle.
16
LXX
δέκα πήχεων ποιήσεις τὸν στύλον τὸν ἕνα, καὶ πήχεως ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός.
BSB
BSB:
Each frame is to be ten cubits long and a cubit and a half wide.
17
LXX
δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ. οὕτω ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς.
BSB
BSB:
Two tenons must be connected to each other for each frame. Make all the frames of the tabernacle in this way.
18
LXX
καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν.
BSB
BSB:
Construct twenty frames for the south side of the tabernacle,
19
LXX
καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.
BSB
BSB:
with forty silver bases under the twenty frames—two bases for each frame, one under each tenon.
20
LXX
καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον, εἴκοσι στύλους.
BSB
BSB:
For the second side of the tabernacle, the north side, make twenty frames
21
LXX
καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.
BSB
BSB:
and forty silver bases—two bases under each frame.
22
LXX
καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους.
BSB
BSB:
Make six frames for the rear of the tabernacle, the west side,
23
LXX
καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων.
BSB
BSB:
and two frames for the two back corners of the tabernacle,
24
LXX
καὶ ἔσται ἐξ ἴσου κάτωθεν. κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν. οὕτω ποιήσεις ἀμφοτέραις ταῖς δυσὶ γωνίαις. ἴσαι ἔστωσαν.
BSB
BSB:
coupled together from bottom to top and fitted into a single ring. These will serve as the two corners.
25
LXX
καὶ ἔσονται ὀκτὼ στύλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ. δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί.
BSB
BSB:
So there are to be eight frames and sixteen silver bases—two under each frame.
26
LXX
καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων· πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς,
BSB
BSB:
You are also to make five crossbars of acacia wood for the frames on one side of the tabernacle,
27
LXX
καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν.
BSB
BSB:
five for those on the other side, and five for those on the rear side of the tabernacle, to the west.
28
LXX
καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος.
BSB
BSB:
The central crossbar in the middle of the frames shall extend from one end to the other.
29
LXX
καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ. καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τοὺς μοχλούς. καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ.
BSB
BSB:
Overlay the frames with gold and make gold rings to hold the crossbars. Also overlay the crossbars with gold.
30
LXX
καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.
BSB
BSB:
So you are to set up the tabernacle according to the pattern shown you on the mountain.
31
LXX
καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καί βύσσου νενησμένης. ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ Χερουβίμ.
BSB
BSB:
Make a veil of blue, purple, and scarlet yarn, and finely spun linen, with cherubim skillfully worked into it.
32
LXX
καὶ ἐπιθήσεις αὐτὸ ἐπί τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ. καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.
BSB
BSB:
Hang it with gold hooks on four posts of acacia wood, overlaid with gold and standing on four silver bases.
33
LXX
καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων. καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. καὶ διοριεῖ τό καταπέτασμα ὑμῖν ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων.
BSB
BSB:
And hang the veil from the clasps and place the ark of the Testimony behind the veil. So the veil will separate the Holy Place from the Most Holy Place.
34
LXX
καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων.
BSB
BSB:
Put the mercy seat on the ark of the Testimony in the Most Holy Place.
35
LXX
καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν.
BSB
BSB:
And place the table outside the veil on the north side of the tabernacle, and put the lampstand opposite the table, on the south side.
36
LXX
καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ.
BSB
BSB:
For the entrance to the tent, you are to make a curtain embroidered with blue, purple, and scarlet yarn, and finely spun linen.
37
LXX
καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.
BSB
BSB:
Make five posts of acacia wood for the curtain, overlay them with gold, use hooks of gold, and cast five bronze bases for them.
Chapter complete
You’ve read Exodus 26
Chapter 26 of 40 in Exodus
Up next
Exodus 27
Read Exodus 27
Listen
Back to Exodus 25
Go deeper
Commentary
What the commentators say on Exodus 26
Ask Opened AI
Ask anything about Exodus 26
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Exodus 25
Exodus 26
Exodus 27