Opened
An initiative of The Kingdom Tribe (TKT)
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Exod
Exodus
33
LXX
BSB
A
a
Exodus 33
33
Exodus
The tabernacle
Septuagint
Moses
, person
Israel
, person
Egypt
, place
Abraham
, person
Joshua
, person
Isaac
, person
Horeb
, place
Nun
, person
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
BSB
BSB:
Then the LORD said to Moses, “Leave this place, you and the people you brought up out of the land of Egypt, and go to the land that I promised to Abraham, Isaac, and Jacob when I said, ‘I will give it to your descendants.’
2
LXX
καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον καὶ Χαναναῖον.
BSB
BSB:
And I will send an angel before you, and I will drive out the Canaanites, Amorites, Hittites, Perizzites, Hivites, and Jebusites.
3
LXX
καὶ εἰσάξω σε εἰς γῆν ρέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ, διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ.
BSB
BSB:
Go up to a land flowing with milk and honey. But I will not go with you, because you are a stiff-necked people; otherwise, I might destroy you on the way.”
4
LXX
καὶ ἀκούσας ὁ λαὸς τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, κατεπένθησεν ἐν πενθικοῖς.
BSB
BSB:
When the people heard this bad news, they went into mourning, and no one put on any of his jewelry.
5
LXX
καὶ εἶπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε, μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ᾿ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς. νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τόν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι.
BSB
BSB:
For the LORD had said to Moses, “Tell the Israelites, ‘You are a stiff-necked people. If I should go with you for a single moment, I would destroy you. Now take off your jewelry, and I will decide what to do with you.’”
6
LXX
καὶ περιείλαντο οἱ υἱοὶ Ἰσραὴλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρήβ.
BSB
BSB:
So the Israelites stripped themselves of their jewelry from Mount Horeb onward.
7
LXX
Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου· καὶ ἐγένετο, πᾶς ὁ ζητῶν Κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν τὴν ἔξω τῆς παρεμβολῆς.
BSB
BSB:
Now Moses used to take the tent and pitch it at a distance outside the camp. He called it the Tent of Meeting, and anyone inquiring of the LORD would go to the Tent of Meeting outside the camp.
8
LXX
ἡνίκα δ᾿ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν.
BSB
BSB:
Then, whenever Moses went out to the tent, all the people would stand at the entrances to their own tents and watch Moses until he entered the tent.
9
LXX
ὡς δ᾿ ἂν εἰσῆλθε Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ·
BSB
BSB:
As Moses entered the tent, the pillar of cloud would come down and remain at the entrance, and the LORD would speak with Moses.
10
LXX
καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ.
BSB
BSB:
When all the people saw the pillar of cloud standing at the entrance to the tent, they would stand up and worship, each one at the entrance to his own tent.
11
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
BSB
BSB:
Thus the LORD would speak to Moses face to face, as a man speaks to his friend. Then Moses would return to the camp, but his young assistant Joshua son of Nun would not leave the tent.
12
LXX
Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἰδοὺ σύ μοι λέγεις· ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ· σὺ δέ μοι εἶπας· οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ᾿ ἐμοί.
BSB
BSB:
Then Moses said to the LORD, “Look, You have been telling me, ‘Lead this people up,’ but You have not let me know whom You will send with me. Yet You have said, ‘I know you by name, and you have found favor in My sight.’
13
LXX
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς, ἵνα ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.
BSB
BSB:
Now if indeed I have found favor in Your sight, please let me know Your ways, that I may know You and find favor in Your sight. Remember that this nation is Your people.”
14
LXX
καὶ λέγει· αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε.
BSB
BSB:
And the LORD answered, “My Presence will go with you, and I will give you rest.”
15
LXX
καὶ λέγει πρὸς αὐτόν· εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν·
BSB
BSB:
“If Your Presence does not go with us,” Moses replied, “do not lead us up from here.
16
LXX
καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι.
BSB
BSB:
For how then can it be known that Your people and I have found favor in Your sight, unless You go with us? How else will we be distinguished from all the other people on the face of the earth?”
17
LXX
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας.
BSB
BSB:
So the LORD said to Moses, “I will do this very thing you have asked, for you have found favor in My sight, and I know you by name.”
18
LXX
καὶ λέγει· ἐμφάνισόν μοι σεαυτόν,
BSB
BSB:
Then Moses said, “Please show me Your glory.”
19
LXX
καὶ εἶπεν· ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.
BSB
BSB:
“I will cause all My goodness to pass before you,” the LORD replied, “and I will proclaim My name—the LORD—in your presence. I will have mercy on whom I have mercy, and I will have compassion on whom I have compassion.”
20
LXX
καὶ εἶπεν· οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.
BSB
BSB:
But He added, “You cannot see My face, for no one can see Me and live.”
21
LXX
καὶ εἶπε Κύριος· ἰδοὺ τόπος παρ᾿ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας·
BSB
BSB:
The LORD continued, “There is a place near Me where you are to stand upon a rock,
22
LXX
ἡνίκα δ᾿ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω·
BSB
BSB:
and when My glory passes by, I will put you in a cleft of the rock and cover you with My hand until I have passed by.
23
LXX
καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
BSB
BSB:
Then I will take My hand away, and you will see My back; but My face must not be seen.”
Chapter complete
You’ve read Exodus 33
Chapter 33 of 40 in Exodus
Up next
Exodus 34
Read Exodus 34
Listen
Back to Exodus 32
Go deeper
Commentary
What the commentators say on Exodus 33
Ask Opened AI
Ask anything about Exodus 33
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Exodus 32
Exodus 33
Exodus 34