Skip to content
Today
Ask
Read
Journey
More
Genesis 24 (LXX) · Opened
Gen
Genesis
24
LXX
BSB
A
a
Abraham
, person
Rebekah
, person
Isaac
, person
Nahor
, person
Bethuel
, person
Milcah
, person
Sarah
, person
Laban
, person
3 more
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν Ἁβραὰμ κατὰ πάντα.
BSB
BSB:
By now Abraham was old and well along in years, and the LORD had blessed him in every way.
2
LXX
καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
BSB
BSB:
So Abraham instructed the chief servant of his household, who managed all he owned, “Place your hand under my thigh,
3
LXX
καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
BSB
BSB:
and I will have you swear by the LORD, the God of heaven and the God of earth, that you will not take a wife for my son from the daughters of the Canaanites among whom I am dwelling,
4
LXX
ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
BSB
BSB:
but will go to my country and my kindred to take a wife for my son Isaac.”
5
LXX
εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
BSB
BSB:
The servant asked him, “What if the woman is unwilling to follow me to this land? Shall I then take your son back to the land from which you came?”
6
LXX
εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
BSB
BSB:
Abraham replied, “Make sure that you do not take my son back there.
7
LXX
Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
BSB
BSB:
The LORD, the God of heaven, who brought me from my father’s house and my native land, who spoke to me and promised me on oath, saying, ‘To your offspring I will give this land’—He will send His angel before you so that you can take a wife for my son from there.
8
LXX
ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
BSB
BSB:
And if the woman is unwilling to follow you, then you are released from this oath of mine. Only do not take my son back there.”
9
LXX
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ρήματος τούτου.
BSB
BSB:
So the servant placed his hand under the thigh of his master Abraham and swore an oath to him concerning this matter.
10
LXX
Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
BSB
BSB:
Then the servant took ten of his master’s camels and departed with all manner of good things from his master in hand. And he set out for Nahor’s hometown in Aram-naharaim.
11
LXX
καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
BSB
BSB:
As evening approached, he made the camels kneel down near the well outside the town at the time when the women went out to draw water.
12
LXX
καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
BSB
BSB:
“O LORD, God of my master Abraham,” he prayed, “please grant me success today, and show kindness to my master Abraham.
13
LXX
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
BSB
BSB:
Here I am, standing beside the spring, and the daughters of the townspeople are coming out to draw water.
14
LXX
καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
BSB
BSB:
Now may it happen that the girl to whom I say, ‘Please let down your jar that I may drink,’ and who responds, ‘Drink, and I will water your camels as well’—let her be the one You have appointed for Your servant Isaac. By this I will know that You have shown kindness to my master.”
15
LXX
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
BSB
BSB:
Before the servant had finished praying, Rebekah came out with her jar on her shoulder. She was the daughter of Bethuel son of Milcah, the wife of Abraham’s brother Nahor.
16
LXX
ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη.
BSB
BSB:
Now the girl was very beautiful, a virgin who had not had relations with any man. She went down to the spring, filled her jar, and came up again.
17
LXX
ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
BSB
BSB:
So the servant ran to meet her and said, “Please let me have a little water from your jar.”
18
LXX
ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων.
BSB
BSB:
“Drink, my lord,” she replied, and she quickly lowered her jar to her hands and gave him a drink.
19
LXX
καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
BSB
BSB:
After she had given him a drink, she said, “I will also draw water for your camels, until they have had enough to drink.”
20
LXX
καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
BSB
BSB:
And she quickly emptied her jar into the trough and ran back to the well to draw water, until she had drawn water for all his camels.
21
LXX
ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
BSB
BSB:
Meanwhile, the man watched her silently to see whether or not the LORD had made his journey a success.
22
LXX
ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
BSB
BSB:
And after the camels had finished drinking, he took out a gold ring weighing a beka, and two gold bracelets for her wrists weighing ten shekels.
23
LXX
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι.
BSB
BSB:
“Whose daughter are you?” he asked. “Please tell me, is there room in your father’s house for us to spend the night?”
24
LXX
ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
BSB
BSB:
She replied, “I am the daughter of Bethuel, the son that Milcah bore to Nahor.”
25
LXX
καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
BSB
BSB:
Then she added, “We have plenty of straw and feed, as well as a place for you to spend the night.”
26
LXX
καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·
BSB
BSB:
Then the man bowed down and worshiped the LORD,
27
LXX
εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
BSB
BSB:
saying, “Blessed be the LORD, the God of my master Abraham, who has not withheld His kindness and faithfulness from my master. As for me, the LORD has led me on the journey to the house of my master’s relatives.”
28
LXX
Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα.
BSB
BSB:
The girl ran and told her mother’s household about these things.
29
LXX
τῇ δὲ Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
BSB
BSB:
Now Rebekah had a brother named Laban, and he rushed out to the man at the spring.
30
LXX
καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ρήματα Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
BSB
BSB:
As soon as he saw the ring, and the bracelets on his sister’s wrists, and heard Rebekah’s words, “The man said this to me,” he went and found the man standing by the camels near the spring.
31
LXX
καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
BSB
BSB:
“Come, you who are blessed by the LORD,” said Laban. “Why are you standing out here? I have prepared the house and a place for the camels.”
32
LXX
εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
BSB
BSB:
So the man came to the house, and the camels were unloaded. Straw and feed were brought to the camels, and water to wash his feet and the feet of his companions.
33
LXX
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου. καὶ εἶπαν· λάλησον.
BSB
BSB:
Then a meal was set before the man, but he said, “I will not eat until I have told you what I came to say.” So Laban said, “Please speak.”
34
LXX
Καὶ εἶπε· παῖς Ἁβραὰμ ἐγώ εἰμι.
BSB
BSB:
“I am Abraham’s servant,” he replied.
35
LXX
Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
BSB
BSB:
“The LORD has greatly blessed my master, and he has become rich. He has given him sheep and cattle, silver and gold, menservants and maidservants, camels and donkeys.
36
LXX
καὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
BSB
BSB:
My master’s wife Sarah has borne him a son in her old age, and my master has given him everything he owns.
37
LXX
καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
BSB
BSB:
My master made me swear an oath and said, ‘You shall not take a wife for my son from the daughters of the Canaanites in whose land I dwell,
38
LXX
ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
BSB
BSB:
but you shall go to my father’s house and to my kindred to take a wife for my son.’
39
LXX
εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
BSB
BSB:
Then I asked my master, ‘What if the woman will not come back with me?’
40
LXX
καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
BSB
BSB:
And he told me, ‘The LORD, before whom I have walked, will send His angel with you and make your journey a success, so that you may take a wife for my son from my kindred and from my father’s house.
41
LXX
τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
BSB
BSB:
And when you go to my kindred, if they refuse to give her to you, then you will be released from my oath.’
42
LXX
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
BSB
BSB:
So when I came to the spring today, I prayed: O LORD, God of my master Abraham, if only You would make my journey a success!
43
LXX
ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
BSB
BSB:
Here I am, standing beside this spring. Now if a maiden comes out to draw water and I say to her, ‘Please let me drink a little water from your jar,’
44
LXX
καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
BSB
BSB:
and she replies, ‘Drink, and I will draw water for your camels as well,’ may she be the woman the LORD has appointed for my master’s son.
45
LXX
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με.
BSB
BSB:
And before I had finished praying in my heart, there was Rebekah coming out with her jar on her shoulder, and she went down to the spring and drew water. So I said to her, ‘Please give me a drink.’
46
LXX
καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε.
BSB
BSB:
She quickly lowered her jar from her shoulder and said, ‘Drink, and I will water your camels as well.’ So I drank, and she also watered the camels.
47
LXX
καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς·
BSB
BSB:
Then I asked her, ‘Whose daughter are you?’ She replied, ‘The daughter of Bethuel son of Nahor, whom Milcah bore to him.’ So I put the ring on her nose and the bracelets on her wrists.
48
LXX
καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
BSB
BSB:
Then I bowed down and worshiped the LORD; and I blessed the LORD, the God of my master Abraham, who led me on the right road to take the granddaughter of my master’s brother for his son.
49
LXX
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
BSB
BSB:
Now if you will show kindness and faithfulness to my master, tell me; but if not, let me know, so that I may go elsewhere.”
50
LXX
Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
BSB
BSB:
Laban and Bethuel answered, “This is from the LORD; we have no choice in the matter.
51
LXX
ἰδοὺ Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
BSB
BSB:
Rebekah is here before you. Take her and go, and let her become the wife of your master’s son, just as the LORD has decreed.”
52
LXX
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ρημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.
BSB
BSB:
When Abraham’s servant heard their words, he bowed down to the ground before the LORD.
53
LXX
καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ρεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
BSB
BSB:
Then he brought out jewels of silver and gold, and articles of clothing, and he gave them to Rebekah. He also gave precious gifts to her brother and her mother.
54
LXX
καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
BSB
BSB:
Then he and the men with him ate and drank and spent the night there. When they got up the next morning, he said, “Send me on my way to my master.”
55
LXX
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
BSB
BSB:
But her brother and mother said, “Let the girl remain with us ten days or so. After that, she may go.”
56
LXX
ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
BSB
BSB:
But he replied, “Do not delay me, since the LORD has made my journey a success. Send me on my way so that I may go to my master.”
57
LXX
οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
BSB
BSB:
So they said, “We will call the girl and ask her opinion.”
58
LXX
καὶ ἐκάλεσαν τὴν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι.
BSB
BSB:
They called Rebekah and asked her, “Will you go with this man?” “I will go,” she replied.
59
LXX
καὶ ἐξέπεμψαν Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
BSB
BSB:
So they sent their sister Rebekah on her way, along with her nurse and Abraham’s servant and his men.
60
LXX
καὶ εὐλόγησαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
BSB
BSB:
And they blessed Rebekah and said to her, “Our sister, may you become the mother of thousands upon thousands. May your offspring possess the gates of their enemies.”
61
LXX
ἀναστᾶσα δὲ Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβέκκαν ἀπῆλθεν.
BSB
BSB:
Then Rebekah and her servant girls got ready, mounted the camels, and followed the man. So the servant took Rebekah and left.
62
LXX
Ἰσαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
BSB
BSB:
Now Isaac had just returned from Beer-lahai-roi, for he was living in the Negev.
63
LXX
καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
BSB
BSB:
Early in the evening, Isaac went out to the field to meditate, and looking up, he saw the camels approaching.
64
LXX
καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
BSB
BSB:
And when Rebekah looked up and saw Isaac, she got down from her camel
65
LXX
καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
BSB
BSB:
and asked the servant, “Who is that man in the field coming to meet us?” “It is my master,” the servant answered. So she took her veil and covered herself.
66
LXX
καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ρήματα, ἃ ἐποίησεν.
BSB
BSB:
Then the servant told Isaac all that he had done.
67
LXX
εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
BSB
BSB:
And Isaac brought her into the tent of his mother Sarah and took Rebekah as his wife. And Isaac loved her and was comforted after his mother’s death.
Chapter complete
You’ve read Genesis 24
Chapter 24 of 50 in Genesis
Up next
Genesis 25
Read Genesis 25
Listen
Back to Genesis 23
Go deeper
Commentary
What the commentators say on Genesis 24
Ask Opened AI
Ask anything about Genesis 24
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Genesis 23
Genesis 24
Genesis 25