Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.3.3
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Jer
Jeremiah
32
LXX
BSB
A
a
Jeremiah 32
32
Jeremiah
The book of comfort
Septuagint
Judah
, person
Israel
, person
Chaldea
, place
Babylon
, place
Jeremiah
, person
Zedekiah
, person
Hanamel
, person
Jerusalem
, place
12 more
Septuagint
Berean Standard Bible
1
LXX
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος·
BSB
BSB:
This is the word that came to Jeremiah from the LORD in the tenth year of Zedekiah king of Judah, which was the eighteenth year of Nebuchadnezzar.
2
LXX
καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἱερουσαλήμ, καὶ Ἱερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,
BSB
BSB:
At that time the army of the king of Babylon was besieging Jerusalem, and Jeremiah the prophet was imprisoned in the courtyard of the guard, which was in the palace of the king of Judah.
3
LXX
ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,
BSB
BSB:
For Zedekiah king of Judah had imprisoned him, saying: “Why are you prophesying like this? You claim that the LORD says, ‘Behold, I am about to deliver this city into the hand of the king of Babylon, and he will capture it.
4
LXX
καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,
BSB
BSB:
Zedekiah king of Judah will not escape from the hands of the Chaldeans, but he will surely be delivered into the hand of the king of Babylon, and will speak with him face to face and see him eye to eye.
5
LXX
καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.
BSB
BSB:
He will take Zedekiah to Babylon, where he will stay until I attend to him, declares the LORD. If you fight against the Chaldeans, you will not succeed.’”
6
LXX
καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἱερεμίαν λέγων·
BSB
BSB:
Jeremiah replied, “The word of the LORD came to me, saying:
7
LXX
ἰδοὺ Ἀναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.
BSB
BSB:
Behold! Hanamel, the son of your uncle Shallum, is coming to you to say, ‘Buy for yourself my field in Anathoth, for you have the right of redemption to buy it.’
8
LXX
καὶ ἦλθε πρός με Ἀναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί,
BSB
BSB:
Then, as the LORD had said, my cousin Hanamel came to me in the courtyard of the guard and urged me, ‘Please buy my field in Anathoth in the land of Benjamin, for you own the right of inheritance and redemption. Buy it for yourself.’” Then I knew that this was the word of the LORD.
9
LXX
καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·
BSB
BSB:
So I bought the field in Anathoth from my cousin Hanamel, and I weighed out seventeen shekels of silver.
10
LXX
καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.
BSB
BSB:
I signed and sealed the deed, called in witnesses, and weighed out the silver on the scales.
11
LXX
καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
BSB
BSB:
Then I took the deed of purchase—the sealed copy with its terms and conditions, as well as the open copy—
12
LXX
καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ' ὀφθαλμοὺς Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
BSB
BSB:
and I gave this deed to Baruch son of Neriah, the son of Mahseiah, in the sight of my cousin Hanamel and the witnesses who were signing the purchase agreement and all the Jews sitting in the courtyard of the guard.
13
LXX
καὶ συνέταξα τῷ Βαροὺχ κατ' ὀφθαλμοὺς αὐτῶν λέγων·
BSB
BSB:
In their sight I instructed Baruch,
14
LXX
οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.
BSB
BSB:
“This is what the LORD of Hosts, the God of Israel, says: Take these deeds—both the sealed copy and the open copy of the deed of purchase—and put them in a clay jar to preserve them for a long time.
15
LXX
ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ.
BSB
BSB:
For this is what the LORD of Hosts, the God of Israel, says: Houses, fields, and vineyards will again be bought in this land.”
16
LXX
Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων·
BSB
BSB:
After I had given the deed of purchase to Baruch son of Neriah, I prayed to the LORD:
17
LXX
ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,
BSB
BSB:
“Oh, Lord GOD! You have made the heavens and the earth by Your great power and outstretched arm. Nothing is too difficult for You!
18
LXX
ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ' αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός,
BSB
BSB:
You show loving devotion to thousands but lay the iniquity of the fathers into the laps of their children after them, O great and mighty God whose name is the LORD of Hosts,
19
LXX
Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·
BSB
BSB:
the One great in counsel and mighty in deed, whose eyes are on all the ways of the sons of men, to reward each one according to his ways and according to the fruit of his deeds.
20
LXX
ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη
BSB
BSB:
You performed signs and wonders in the land of Egypt, and You do so to this very day, both in Israel and among all mankind. And You have made a name for Yourself, as is the case to this day.
21
LXX
καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ
BSB
BSB:
You brought Your people Israel out of the land of Egypt with signs and wonders, with a strong hand and an outstretched arm, and with great terror.
22
LXX
καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ρέουσαν γάλα καὶ μέλι.
BSB
BSB:
You gave them this land that You had sworn to give their fathers, a land flowing with milk and honey.
23
LXX
καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.
BSB
BSB:
They came in and possessed it, but they did not obey Your voice or walk in Your law. They failed to perform all that You commanded them to do, and so You have brought upon them all this disaster.
24
LXX
ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.
BSB
BSB:
See how the siege ramps are mounted against the city to capture it. And by sword and famine and plague, the city has been given into the hands of the Chaldeans who are fighting against it. What You have spoken has happened, as You now see!
25
LXX
καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.
BSB
BSB:
Yet You, O Lord GOD, have said to me, ‘Buy for yourself the field with silver and call in witnesses, even though the city has been delivered into the hands of the Chaldeans!’”
26
LXX
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
BSB
BSB:
Then the word of the LORD came to Jeremiah:
27
LXX
ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;
BSB
BSB:
“Behold, I am the LORD, the God of all flesh. Is anything too difficult for Me?
28
LXX
διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,
BSB
BSB:
Therefore this is what the LORD says: Behold, I am about to deliver this city into the hands of the Chaldeans and of Nebuchadnezzar king of Babylon, who will capture it.
29
LXX
καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με.
BSB
BSB:
And the Chaldeans who are fighting against this city will come in, set it on fire, and burn it, along with the houses of those who provoked Me to anger by burning incense to Baal on their rooftops and by pouring out drink offerings to other gods.
30
LXX
ὅτι ἦσαν οἱ υἰοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν.
BSB
BSB:
For the children of Israel and of Judah have done nothing but evil in My sight from their youth; indeed, they have done nothing but provoke Me to anger by the work of their hands, declares the LORD.
31
LXX
ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ' ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,
BSB
BSB:
For this city has aroused My wrath and fury from the day it was built until now. Therefore I will remove it from My presence
32
LXX
διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ,
BSB
BSB:
because of all the evil the children of Israel and of Judah have done to provoke Me to anger—they, their kings, their officials, their priests and prophets, the men of Judah, and the residents of Jerusalem.
33
LXX
καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν.
BSB
BSB:
They have turned their backs to Me and not their faces. Though I taught them again and again, they would not listen or respond to discipline.
34
LXX
καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν,
BSB
BSB:
They have placed their abominations in the house that bears My Name, and so have defiled it.
35
LXX
καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἐννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰούδαν.
BSB
BSB:
They have built the high places of Baal in the Valley of Ben-hinnom to make their sons and daughters pass through the fire to Molech—something I never commanded them, nor had it ever entered My mind, that they should commit such an abomination and cause Judah to sin.
36
LXX
Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ.
BSB
BSB:
Now therefore, about this city of which you say, ‘It will be delivered into the hand of the king of Babylon by sword and famine and plague,’ this is what the LORD, the God of Israel, says:
37
LXX
ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,
BSB
BSB:
I will surely gather My people from all the lands to which I have banished them in My furious anger and great wrath, and I will return them to this place and make them dwell in safety.
38
LXX
καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
BSB
BSB:
They will be My people, and I will be their God.
39
LXX
καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ' αὐτούς.
BSB
BSB:
I will give them one heart and one way, so that they will always fear Me for their own good and for the good of their children after them.
40
LXX
καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ' ἐμοῦ.
BSB
BSB:
I will make an everlasting covenant with them: I will never turn away from doing good to them, and I will put My fear in their hearts, so that they will never turn away from Me.
41
LXX
καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.
BSB
BSB:
Yes, I will rejoice in doing them good, and I will faithfully plant them in this land with all My heart and with all My soul.
42
LXX
ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ' αὐτούς.
BSB
BSB:
For this is what the LORD says: Just as I have brought all this great disaster on this people, so I will bring on them all the good I have promised them.
43
LXX
καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.
BSB
BSB:
And fields will be bought in this land about which you are saying, ‘It is a desolation, without man or beast; it has been delivered into the hands of the Chaldeans.’
44
LXX
καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.
BSB
BSB:
Fields will be purchased with silver, and deeds will be signed, sealed, and witnessed in the land of Benjamin, in the areas surrounding Jerusalem, and in the cities of Judah—the cities of the hill country, the foothills, and the Negev—because I will restore them from captivity, declares the LORD.”
Chapter complete
You’ve read Jeremiah 32
Chapter 32 of 52 in Jeremiah
Up next
Jeremiah 33
Read Jeremiah 33
Back to Jeremiah 31
Go deeper
Commentary
What the commentators say on Jeremiah 32
Ask Study Help
Ask anything about Jeremiah 32
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Jeremiah 31
Jeremiah 32
Jeremiah 33