Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.37.1
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Lev
Leviticus
25
LXX
BSB
A
a
Leviticus 25
25
Leviticus
Holy living
Septuagint
Israel
, person
Egypt
, place
Moses
, person
Canaan
, place
Sinai
, place
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινὰ λέγων·
BSB
BSB:
Then the LORD said to Moses on Mount Sinai,
2
LXX
λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ.
BSB
BSB:
“Speak to the Israelites and say to them: When you enter the land that I am giving you, the land itself must observe a Sabbath to the LORD.
3
LXX
ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.
BSB
BSB:
For six years you may sow your field and prune your vineyard and gather its crops.
4
LXX
τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ Κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς,
BSB
BSB:
But in the seventh year there shall be a Sabbath of complete rest for the land—a Sabbath to the LORD. You are not to sow your field or prune your vineyard.
5
LXX
καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.
BSB
BSB:
You are not to reap the aftergrowth of your harvest or gather the grapes of your untended vines. The land must have a year of complete rest.
6
LXX
καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι. καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σὲ
BSB
BSB:
Whatever the land yields during the Sabbath year shall be food for you—for yourself, your manservant and maidservant, the hired hand or foreigner who stays with you,
7
LXX
καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τό γένημα αὐτοῦ εἰς βρῶσιν.
BSB
BSB:
and for your livestock and the wild animals in your land. All its growth may serve as food.
8
LXX
Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις αὐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτά ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη.
BSB
BSB:
And you shall count off seven Sabbaths of years—seven times seven years—so that the seven Sabbaths of years amount to forty-nine years.
9
LXX
καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν.
BSB
BSB:
Then you are to sound the horn far and wide on the tenth day of the seventh month, the Day of Atonement. You shall sound it throughout your land.
10
LXX
καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε.
BSB
BSB:
So you are to consecrate the fiftieth year and proclaim liberty in the land for all its inhabitants. It shall be your Jubilee, when each of you is to return to his property and to his clan.
11
LXX
ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,
BSB
BSB:
The fiftieth year will be a Jubilee for you; you are not to sow the land or reap its aftergrowth or harvest the untended vines.
12
LXX
ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.
BSB
BSB:
For it is a Jubilee; it shall be holy to you. You may eat only the crops taken directly from the field.
13
LXX
Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίας αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ.
BSB
BSB:
In this Year of Jubilee, each of you shall return to his own property.
14
LXX
ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου, ἐὰν δὲ καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον·
BSB
BSB:
If you make a sale to your neighbor or a purchase from him, you must not take advantage of each other.
15
LXX
κατά ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι.
BSB
BSB:
You are to buy from your neighbor according to the number of years since the last Jubilee; he is to sell to you according to the number of harvest years remaining.
16
LXX
καθότι ἂν πλεῖον τῶν ἐτῶν, πληθυνεῖ τὴν κτῆσιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσει τὴν κτῆσιν αὐτοῦ, ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι.
BSB
BSB:
You shall increase the price in proportion to a greater number of years, or decrease it in proportion to a lesser number of years; for he is selling you a given number of harvests.
17
LXX
μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
BSB
BSB:
Do not take advantage of each other, but fear your God; for I am the LORD your God.
18
LXX
καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες.
BSB
BSB:
You are to keep My statutes and carefully observe My judgments, so that you may dwell securely in the land.
19
LXX
καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾿ αὐτῆς.
BSB
BSB:
Then the land will yield its fruit, so that you can eat your fill and dwell in safety in the land.
20
LXX
ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;
BSB
BSB:
Now you may wonder, ‘What will we eat in the seventh year if we do not sow or gather our produce?’
21
LXX
καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη.
BSB
BSB:
But I will send My blessing upon you in the sixth year, so that the land will yield a crop sufficient for three years.
22
LXX
καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.
BSB
BSB:
While you are sowing in the eighth year, you will be eating from the previous harvest, until the ninth year’s harvest comes in.
23
LXX
καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν. ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·
BSB
BSB:
The land must not be sold permanently, because it is Mine, and you are but foreigners and residents with Me.
24
LXX
καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς.
BSB
BSB:
Thus for every piece of property you possess, you must provide for the redemption of the land.
25
LXX
ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.
BSB
BSB:
If your brother becomes impoverished and sells some of his property, his nearest of kin may come and redeem what his brother has sold.
26
LXX
ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,
BSB
BSB:
Or if a man has no one to redeem it for him, but he prospers and acquires enough to redeem his land,
27
LXX
καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο αὐτὸ αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
BSB
BSB:
he shall calculate the years since its sale, repay the balance to the man to whom he sold it, and return to his property.
28
LXX
ἐὰν δὲ μὴ εὐπορηθῇ αὐτοῦ ἡ χεὶρ τὸ ἱκανόν, ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται ἐν τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
BSB
BSB:
But if he cannot obtain enough to repay him, what he sold will remain in possession of the buyer until the Year of Jubilee. In the Jubilee, however, it is to be released, so that he may return to his property.
29
LXX
Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς.
BSB
BSB:
If a man sells a house in a walled city, he retains his right of redemption until a full year after its sale; during that year it may be redeemed.
30
LXX
ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει.
BSB
BSB:
If it is not redeemed by the end of a full year, then the house in the walled city is permanently transferred to its buyer and his descendants. It is not to be released in the Jubilee.
31
LXX
αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται.
BSB
BSB:
But houses in villages with no walls around them are to be considered as open fields. They may be redeemed, and they shall be released in the Jubilee.
32
LXX
καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευίταις·
BSB
BSB:
As for the cities of the Levites, the Levites always have the right to redeem their houses in the cities they possess.
33
LXX
καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευιτῶν καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ.
BSB
BSB:
So whatever belongs to the Levites may be redeemed—a house sold in a city they possess—and must be released in the Jubilee, because the houses in the cities of the Levites are their possession among the Israelites.
34
LXX
καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.
BSB
BSB:
But the open pastureland around their cities may not be sold, for this is their permanent possession.
35
LXX
Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοί, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
BSB
BSB:
Now if your countryman becomes destitute and cannot support himself among you, then you are to help him as you would a foreigner or stranger, so that he can continue to live among you.
36
LXX
οὐ λήψῃ παρ᾿ αὐτοῦ τόκον, οὐδὲ ἐπὶ πλήθει· καὶ φοβηθήσῃ τὸν Θεόν σου, ἐγὼ Κύριος, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
BSB
BSB:
Do not take any interest or profit from him, but fear your God, that your countryman may live among you.
37
LXX
τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.
BSB
BSB:
You must not lend him your silver at interest or sell him your food for profit.
38
LXX
ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὑμῖν τὴν γῆν Χαναάν, ὥστε εἶναι ὑμῶν Θεός.
BSB
BSB:
I am the LORD your God, who brought you out of the land of Egypt to give you the land of Canaan and to be your God.
39
LXX
Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοί, καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου·
BSB
BSB:
If a countryman among you becomes destitute and sells himself to you, then you must not force him into slave labor.
40
LXX
ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί,
BSB
BSB:
Let him stay with you as a hired worker or temporary resident; he is to work for you until the Year of Jubilee.
41
LXX
καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται,
BSB
BSB:
Then he and his children are to be released, and he may return to his clan and to the property of his fathers.
42
LXX
διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· οὐ πραθήσεται ἐν πράσει οἰκέτου.
BSB
BSB:
Because the Israelites are My servants, whom I brought out of the land of Egypt, they are not to be sold as slaves.
43
LXX
οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου.
BSB
BSB:
You are not to rule over them harshly, but you shall fear your God.
44
LXX
καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ᾿ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην·
BSB
BSB:
Your menservants and maidservants shall come from the nations around you, from whom you may purchase them.
45
LXX
καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν γῇ ὑμῶν, ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.
BSB
BSB:
You may also purchase them from the foreigners residing among you or their clans living among you who are born in your land. These may become your property.
46
LXX
καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ᾿ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν δὲ ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ἰσραήλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.
BSB
BSB:
You may leave them to your sons after you to inherit as property; you can make them slaves for life. But as for your brothers, the Israelites, no man may rule harshly over his brother.
47
LXX
Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοί, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ᾒ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἢ ἐκ γενετῆς προσηλύτῳ,
BSB
BSB:
If a foreigner residing among you prospers, but your countryman dwelling near him becomes destitute and sells himself to the foreigner or to a member of his clan,
48
LXX
μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν.
BSB
BSB:
he retains the right of redemption after he has sold himself. One of his brothers may redeem him:
49
LXX
ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ, ἐκ τῆς φυλῆς αὐτοῦ, λυτροῦται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτόν,
BSB
BSB:
either his uncle or cousin or any close relative from his clan may redeem him. Or if he prospers, he may redeem himself.
50
LXX
καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ᾿ αὐτοῦ.
BSB
BSB:
He and his purchaser will then count the time from the year he sold himself up to the Year of Jubilee. The price of his sale will be determined by the number of years, based on the daily wages of a hired hand.
51
LXX
ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·
BSB
BSB:
If many years remain, he must pay for his redemption in proportion to his purchase price.
52
LXX
ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ.
BSB
BSB:
If only a few years remain until the Year of Jubilee, he is to calculate and pay his redemption according to his remaining years.
53
LXX
ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ᾿ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου.
BSB
BSB:
He shall be treated like a man hired from year to year, but a foreign owner must not rule over him harshly in your sight.
54
LXX
ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾿ αὐτοῦ·
BSB
BSB:
Even if he is not redeemed in any of these ways, he and his children shall be released in the Year of Jubilee.
55
LXX
ὅτι ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ οἰκέται εἰσί, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
BSB
BSB:
For the Israelites are My servants. They are My servants, whom I brought out of the land of Egypt. I am the LORD your God.
Chapter complete
You’ve read Leviticus 25
Chapter 25 of 27 in Leviticus
Up next
Leviticus 26
Read Leviticus 26
Listen
Back to Leviticus 24
Go deeper
Commentary
What the commentators say on Leviticus 25
A question this chapter raises
Doesn’t the Bible approve of slavery?
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Leviticus 24
Leviticus 25
Leviticus 26