1 STV Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου BSB BSB: I must go on boasting. Although there is nothing to gain, I will go on to visions and revelations from the Lord.
2 STV οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ BSB BSB: I know a man in Christ who fourteen years ago was caught up to the third heaven. Whether it was in the body or out of it I do not know, but God knows.
3 STV καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ θεὸς οἶδεν BSB BSB: And I know that this man—whether in the body or out of it I do not know, but God knows—
4 STV ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι BSB BSB: was caught up to Paradise. The things he heard were inexpressible, things that man is not permitted to tell.
5 STV ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου BSB BSB: I will boast about such a man, but I will not boast about myself, except in my weaknesses.
6 STV ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ BSB BSB: Even if I wanted to boast, I would not be a fool, because I would be speaking the truth. But I refrain, so no one will credit me with more than he sees in me or hears from me,
8 STV ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ BSB BSB: Three times I pleaded with the Lord to take it away from me.
9 STV καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ BSB BSB: But He said to me, “My grace is sufficient for you, for My power is perfected in weakness.” Therefore I will boast all the more gladly in my weaknesses, so that the power of Christ may rest on me.
10 STV διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι BSB BSB: That is why, for the sake of Christ, I delight in weaknesses, in insults, in hardships, in persecutions, in difficulties. For when I am weak, then I am strong.
11 STV Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερ λίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι BSB BSB: I have become a fool, but you drove me to it. In fact, you should have commended me, since I am in no way inferior to those “super-apostles,” even though I am nothing.
12 STV τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ ἐν σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν BSB BSB: The marks of a true apostle—signs, wonders, and miracles—were performed among you with great perseverance.
13 STV τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην BSB BSB: In what way were you inferior to the other churches, except that I was not a burden to you? Forgive me this wrong!
14 STV Ἰδού, τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς καὶ οὐ καταναρκήσω· ὑμῶν οὐ γὰρ ζητῶ τὰ ὑμῶν· ἀλλ’ ὑμᾶς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις BSB BSB: See, I am ready to come to you a third time, and I will not be a burden, because I am not seeking your possessions, but you. For children should not have to save up for their parents, but parents for their children.
15 STV ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι BSB BSB: And for the sake of your souls, I will most gladly spend my money and myself. If I love you more, will you love me less?
16 STV ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ’ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον BSB BSB: Be that as it may, I was not a burden to you; but crafty as I am, I caught you by trickery.
17 STV μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς BSB BSB: Did I exploit you by anyone I sent you?
18 STV παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν BSB BSB: I urged Titus to visit you, and I sent our brother with him. Did Titus exploit you in any way? Did we not walk in the same Spirit and follow in the same footsteps?
19 STV Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα κατένωπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς BSB BSB: Have you been thinking all along that we were making a defense to you? We speak before God in Christ, and all of this, beloved, is to build you up.
20 STV φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ἔρεις ζῆλοι, θυμοί ἐριθείαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι· BSB BSB: For I am afraid that when I come, I may not find you as I wish, and you may not find me as you wish. I fear that there may be quarreling, jealousy, rage, rivalry, slander, gossip, arrogance, and disorder.
21 STV μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν BSB BSB: I am afraid that when I come again, my God will humble me before you, and I will be grieved over many who have sinned earlier and have not repented of their acts of impurity, sexual immorality, and debauchery.
Select verses for actions: Enter goes to them and Escape comes back.