1 STV Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος BSB BSB: At Iconium, Paul and Barnabas went as usual into the Jewish synagogue, where they spoke so well that a great number of Jews and Greeks believed.
2 STV οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν BSB BSB: But the unbelieving Jews stirred up the Gentiles and poisoned their minds against the brothers.
3 STV ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ καὶ διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν BSB BSB: So Paul and Barnabas spent considerable time there, speaking boldly for the Lord, who affirmed the message of His grace by enabling them to perform signs and wonders.
4 STV ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις BSB BSB: The people of the city were divided. Some sided with the Jews, and others with the apostles.
5 STV ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς BSB BSB: But when the Gentiles and Jews, together with their rulers, set out to mistreat and stone them,
6 STV συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον BSB BSB: they found out about it and fled to the Lycaonian cities of Lystra and Derbe and to the surrounding region,
7 STV κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι BSB BSB: where they continued to preach the gospel.
8 STV Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει BSB BSB: In Lystra there sat a man crippled in his feet, who was lame from birth and had never walked.
9 STV οὗτος ἤκουεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι BSB BSB: This man was listening to the words of Paul, who looked intently at him and saw that he had faith to be healed.
10 STV εἶπεν μεγάλῃ τῇ φωνῇ Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός καὶ ἥλλετο καὶ περιεπάτει BSB BSB: In a loud voice Paul called out, “Stand up on your feet!” And the man jumped up and began to walk.
11 STV οἵ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὃ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς BSB BSB: When the crowds saw what Paul had done, they lifted up their voices in the Lycaonian language: “The gods have come down to us in human form!”
12 STV ἐκάλουν τε τὸν μὲν Βαρναβᾶν Δία τὸν δὲ Παῦλον Ἑρμῆν ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου BSB BSB: Barnabas they called Zeus, and Paul they called Hermes, because he was the chief speaker.
13 STV ὅ δέ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν BSB BSB: The priest of Zeus, whose temple was just outside the city, brought bulls and wreaths to the city gates, hoping to offer a sacrifice along with the crowds.
14 STV ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες BSB BSB: But when the apostles Barnabas and Paul found out about this, they tore their clothes and rushed into the crowd, shouting,
15 STV καὶ λέγοντες Ἄνδρες τί ταῦτα ποιεῖτε καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν θεὸν τὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· BSB BSB: “Men, why are you doing this? We too are only men, human like you. We are bringing you good news that you should turn from these worthless things to the living God, who made heaven and earth and sea and everything in them.
16 STV ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· BSB BSB: In past generations, He let all nations go their own way.
17 STV καὶ τοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν BSB BSB: Yet He has not left Himself without testimony to His goodness: He gives you rain from heaven and fruitful seasons, filling your hearts with food and gladness.”
18 STV καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς BSB BSB: Even with these words, Paul and Barnabas could hardly stop the crowds from sacrificing to them.
19 STV Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίσαντες αὐτὸν τεθνάναι BSB BSB: Then some Jews arrived from Antioch and Iconium and won over the crowds. They stoned Paul and dragged him outside the city, presuming he was dead.
20 STV κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην BSB BSB: But after the disciples had gathered around him, he got up and went back into the city. And the next day he left with Barnabas for Derbe.
21 STV Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν BSB BSB: They preached the gospel to that city and made many disciples. Then they returned to Lystra, Iconium, and Antioch,
22 STV ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ BSB BSB: strengthening the souls of the disciples and encouraging them to continue in the faith. “We must endure many hardships to enter the kingdom of God,” they said.
23 STV χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ’ ἐκκλησίαν προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν BSB BSB: Paul and Barnabas appointed elders for them in each church, praying and fasting as they entrusted them to the Lord, in whom they had believed.
24 STV καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν BSB BSB: After passing through Pisidia, they came to Pamphylia.
25 STV καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν· BSB BSB: And when they had spoken the word in Perga, they went down to Attalia.
26 STV κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν BSB BSB: From Attalia they sailed to Antioch, where they had been commended to the grace of God for the work they had just completed.
27 STV παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλάν ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως BSB BSB: When they arrived, they gathered the church together and reported all that God had done through them, and how He had opened the door of faith to the Gentiles.
28 STV διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς BSB BSB: And they spent a long time there with the disciples.
Select verses for actions: Enter goes to them and Escape comes back.