1 STV ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας BSB BSB: Paul looked directly at the Sanhedrin and said, “Brothers, I have conducted myself before God in all good conscience to this day.”
2 STV ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα BSB BSB: At this, the high priest Ananias ordered those standing near Paul to strike him on the mouth.
3 STV τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει ὁ θεός τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι BSB BSB: Then Paul said to him, “God will strike you, you whitewashed wall! You sit here to judge me according to the law, yet you yourself violate the law by commanding that I be struck.”
4 STV οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς BSB BSB: But those standing nearby said, “How dare you insult the high priest of God!”
5 STV ἔφη τε ὁ Παῦλος Οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς BSB BSB: “Brothers,” Paul replied, “I was not aware that he was the high priest, for it is written: ‘Do not speak evil about the ruler of your people.’”
6 STV Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραξεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι BSB BSB: Then Paul, knowing that some of them were Sadducees and the others Pharisees, called out in the Sanhedrin, “Brothers, I am a Pharisee, the son of a Pharisee. It is because of my hope in the resurrection of the dead that I am on trial.”
7 STV τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος BSB BSB: As soon as he had said this, a dispute broke out between the Pharisees and Sadducees, and the assembly was divided.
8 STV Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μηδὲ ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα BSB BSB: For the Sadducees say that there is neither a resurrection nor angels nor spirits, but the Pharisees acknowledge them all.
9 STV ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος μὴ θεομαχωμεν BSB BSB: A great clamor arose, and some scribes from the party of the Pharisees got up and contended sharply, “We find nothing wrong with this man. What if a spirit or an angel has spoken to him?”
10 STV Πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν BSB BSB: The dispute grew so violent that the commander was afraid they would tear Paul to pieces. He ordered the soldiers to go down and remove him by force and bring him into the barracks.
11 STV Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι BSB BSB: The following night the Lord stood near Paul and said, “Take courage! As you have testified about Me in Jerusalem, so also you must testify in Rome.”
12 STV Γενομένης δὲ ἡμέρας ποιήσαντες τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον BSB BSB: When daylight came, the Jews formed a conspiracy and bound themselves with an oath not to eat or drink until they had killed Paul.
13 STV ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες, BSB BSB: More than forty of them were involved in this plot.
14 STV οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον BSB BSB: They went to the chief priests and elders and said, “We have bound ourselves with a solemn oath not to eat anything until we have killed Paul.
15 STV νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν BSB BSB: Now then, you and the Sanhedrin petition the commander to bring him down to you on the pretext of examining his case more carefully. We are ready to kill him on the way.”
16 STV Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τό ἔνεδρον παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ BSB BSB: But when the son of Paul’s sister heard about the plot, he went into the barracks and told Paul.
17 STV προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον ἔχει γὰρ τι ἀπαγγεῖλαί αὐτῷ BSB BSB: Then Paul called one of the centurions and said, “Take this young man to the commander; he has something to tell him.”
18 STV ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ ἔχοντά τι λαλῆσαί σοι BSB BSB: So the centurion took him to the commander and said, “Paul the prisoner sent and asked me to bring this young man to you. He has something to tell you.”
19 STV ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι BSB BSB: The commander took the young man by the hand, drew him aside, and asked, “What do you need to tell me?”
20 STV εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον ὡς μέλλοντές τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ BSB BSB: He answered, “The Jews have agreed to ask you to bring Paul to the Sanhedrin tomorrow on the pretext of acquiring more information about him.
21 STV σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν ἕτοιμοι εἰσιν προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν BSB BSB: Do not let them persuade you, because more than forty men are waiting to ambush him. They have bound themselves with an oath not to eat or drink until they have killed him; they are ready now, awaiting your consent.”
22 STV ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με BSB BSB: So the commander dismissed the young man and instructed him, “Do not tell anyone that you have reported this to me.”
23 STV Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός BSB BSB: Then he called two of his centurions and said, “Prepare two hundred soldiers, seventy horsemen, and two hundred spearmen to go to Caesarea in the third hour of the night.
24 STV κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα BSB BSB: Provide mounts for Paul to take him safely to Governor Felix.”
25 STV γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον· BSB BSB: And he wrote the following letter:
26 STV Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν BSB BSB: Claudius Lysias, To His Excellency, Governor Felix: Greetings.
27 STV Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτὸν, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν BSB BSB: This man was seized by the Jews, and they were about to kill him when I came with my troops to rescue him. For I had learned that he is a Roman citizen,
28 STV βουλόμενός δὲ γνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν BSB BSB: and since I wanted to understand their charges against him, I brought him down to their Sanhedrin.
29 STV ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα BSB BSB: I found that the accusation involved questions about their own law, but there was no charge worthy of death or imprisonment.
30 STV μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μελλείν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρὸς σέ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ Ἔρρωσο BSB BSB: When I was informed that there was a plot against the man, I sent him to you at once. I also instructed his accusers to present their case against him before you.
31 STV Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ τὴς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα BSB BSB: So the soldiers followed their orders and brought Paul by night to Antipatris.
32 STV τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· BSB BSB: The next day they returned to the barracks and let the horsemen go on with him.
34 STV ἀναγνοὺς δὲ ὁ ἡγεμὼν, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας BSB BSB: The governor read the letter and asked what province Paul was from. Learning that he was from Cilicia,
35 STV Διακούσομαί σου ἔφη ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσεν τε αὐτόν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι BSB BSB: he said, “I will hear your case when your accusers arrive.” Then he ordered that Paul be kept under guard in Herod’s Praetorium.
Select verses for actions: Enter goes to them and Escape comes back.