1 STV Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν BSB BSB: In those days when the disciples were increasing in number, the Grecian Jews among them began to grumble against the Hebraic Jews because their widows were being overlooked in the daily distribution of food.
2 STV προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις BSB BSB: So the Twelve summoned all the disciples and said, “It is unacceptable for us to neglect the word of God in order to wait on tables.
3 STV ἐπισκέψασθε οὖν, ἀδελφοί ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος Ἅγιου καὶ σοφίας οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης BSB BSB: Therefore, brothers, select from among you seven men confirmed to be full of the Spirit and wisdom. We will assign this responsibility to them
4 STV ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν BSB BSB: and will devote ourselves to prayer and to the ministry of the word.”
5 STV καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα BSB BSB: This proposal pleased the whole group. They chose Stephen, a man full of faith and of the Holy Spirit, as well as Philip, Prochorus, Nicanor, Timon, Parmenas, and Nicolas from Antioch, a convert to Judaism.
6 STV οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας BSB BSB: They presented these seven to the apostles, who prayed and laid their hands on them.
7 STV Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει BSB BSB: So the word of God continued to spread. The number of disciples in Jerusalem grew rapidly, and a great number of priests became obedient to the faith.
8 STV Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ BSB BSB: Now Stephen, who was full of grace and power, was performing great wonders and signs among the people.
10 STV καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει BSB BSB: but they could not stand up to his wisdom or the Spirit by whom he spoke.
11 STV τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν θεόν· BSB BSB: Then they prompted some men to say, “We heard Stephen speak words of blasphemy against Moses and against God.”
12 STV συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον BSB BSB: So they stirred up the people, elders, and scribes and confronted Stephen. They seized him and brought him before the Sanhedrin,
13 STV ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· BSB BSB: where they presented false witnesses who said, “This man never stops speaking against this holy place and against the law.
14 STV ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς BSB BSB: For we have heard him say that Jesus of Nazareth will destroy this place and change the customs that Moses handed down to us.”
15 STV καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου BSB BSB: All who were sitting in the Sanhedrin looked intently at Stephen, and they saw that his face was like the face of an angel.
Select verses for actions: Enter goes to them and Escape comes back.