1 STV Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου προσελθὼν τῷ ἀρχιερεῖ BSB BSB: Meanwhile, Saul was still breathing out murderous threats against the disciples of the Lord. He approached the high priest
2 STV ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ BSB BSB: and requested letters to the synagogues in Damascus, so that if he found any men or women belonging to the Way, he could bring them as prisoners to Jerusalem.
3 STV ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ BSB BSB: As Saul drew near to Damascus on his journey, suddenly a light from heaven flashed around him.
4 STV καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις BSB BSB: He fell to the ground and heard a voice say to him, “Saul, Saul, why do you persecute Me?”
5 STV εἶπεν δέ Τίς εἶ κύριε ὁ δέ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν BSB BSB: “Who are You, Lord?” Saul asked. “I am Jesus, whom you are persecuting,” He replied.
6 STV Τρέμων τε καὶ θαμβῶν εἶπεν κύριε τί μέ θέλεις ποιῆσαι καὶ ὅ κύριος πρός αὐτόν ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν BSB BSB: “Now get up and go into the city, and you will be told what you must do.”
7 STV οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες BSB BSB: The men traveling with Saul stood there speechless. They heard the voice but did not see anyone.
8 STV ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν BSB BSB: Saul got up from the ground, but when he opened his eyes he could not see a thing. So they led him by the hand into Damascus.
9 STV καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν BSB BSB: For three days he was without sight, and he did not eat or drink anything.
10 STV Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος ἐν ὁράματι Ἁνανία ὁ δὲ εἶπεν Ἰδού, ἐγώ κύριε BSB BSB: In Damascus there was a disciple named Ananias. The Lord spoke to him in a vision, “Ananias!” “Here I am, Lord,” he answered.
11 STV ὁ δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδού, γὰρ προσεύχεται BSB BSB: “Get up!” the Lord told him. “Go to the house of Judas on Straight Street and ask for a man from Tarsus named Saul, for he is praying.
12 STV καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ BSB BSB: In a vision he has seen a man named Ananias come and place his hands on him to restore his sight.”
13 STV ἀπεκρίθη δὲ ὁ Ἁνανίας Κύριε ἄκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἰερουσαλήμ· BSB BSB: But Ananias answered, “Lord, many people have told me about this man and all the harm he has done to Your saints in Jerusalem.
14 STV καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου BSB BSB: And now he is here with authority from the chief priests to arrest all who call on Your name.”
15 STV εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοι ἐστίν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· BSB BSB: “Go!” said the Lord. “This man is My chosen instrument to carry My name before the Gentiles and their kings, and before the people of Israel.
16 STV ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν BSB BSB: I will show him how much he must suffer for My name.”
17 STV Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου BSB BSB: So Ananias went to the house, and when he arrived, he placed his hands on Saul. “Brother Saul,” he said, “the Lord Jesus, who appeared to you on the road as you were coming here, has sent me so that you may see again and be filled with the Holy Spirit.”
18 STV καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες ἀνέβλεψέν τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη BSB BSB: At that instant, something like scales fell from Saul’s eyes, and his sight was restored. He got up and was baptized,
19 STV καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς BSB BSB: and after taking some food, he regained his strength. And he spent several days with the disciples in Damascus.
20 STV καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ BSB BSB: Saul promptly began to proclaim Jesus in the synagogues, declaring, “He is the Son of God.”
21 STV ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἕν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς BSB BSB: All who heard him were astounded and asked, “Isn’t this the man who wreaked havoc in Jerusalem on those who call on this name? And hasn’t he come here to take them as prisoners to the chief priests?”
22 STV Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός BSB BSB: But Saul was empowered all the more, and he confounded the Jews living in Damascus by proving that Jesus is the Christ.
23 STV Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· BSB BSB: After many days had passed, the Jews conspired to kill him,
24 STV ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν παρετηροῦν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· BSB BSB: but Saul learned of their plot. Day and night they watched the city gates in order to kill him.
25 STV λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι BSB BSB: One night, however, his disciples took him and lowered him in a basket through a window in the wall.
26 STV Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ ἐπείρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής BSB BSB: When Saul arrived in Jerusalem, he tried to join the disciples, but they were all afraid of him, not believing that he was a disciple.
27 STV Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ BSB BSB: Then Barnabas brought him to the apostles and described how Saul had seen the Lord, who had spoken to him on the road to Damascus, and how Saul had spoken boldly in that city in the name of Jesus.
28 STV καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἰερουσαλήμ BSB BSB: So Saul stayed with them, moving about freely in Jerusalem and speaking boldly in the name of the Lord.
29 STV καὶ παρρησιαζόμενος ἕν τῷ ὀνόματί τοῦ κυρίου Ἰησοῦ ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν BSB BSB: He talked and debated with the Grecian Jews, but they tried to kill him.
30 STV ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν BSB BSB: When the brothers learned of this, they took him down to Caesarea and sent him off to Tarsus.
31 STV Αἱ μὲν οὖν ἐκκλησίαι καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομουμέναι καὶ πορευομέναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο BSB BSB: Then the church throughout Judea, Galilee, and Samaria experienced a time of peace. It grew in strength and numbers, living in the fear of the Lord and the encouragement of the Holy Spirit.
32 STV Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν BSB BSB: As Peter traveled throughout the area, he went to visit the saints in Lydda.
33 STV εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτω ὃς ἦν παραλελυμένος BSB BSB: There he found a man named Aeneas who had been paralyzed and bedridden for eight years.
34 STV καὶ εἶπεν αὐτῷ ὁ Πέτρος Αἰνέα ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη BSB BSB: “Aeneas,” Peter said to him, “Jesus Christ heals you! Get up and put away your mat.” Immediately Aeneas got up,
35 STV καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρῶναν, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον BSB BSB: and all who lived in Lydda and Sharon saw him and turned to the Lord.
36 STV Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει BSB BSB: In Joppa there was a disciple named Tabitha (which is translated as Dorcas), who was always occupied with works of kindness and charity.
37 STV ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ BSB BSB: At that time, however, she became sick and died, and her body was washed and placed in an upper room.
38 STV ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσαι διελθεῖν ἕως αὐτῶν BSB BSB: Since Lydda was near Joppa, the disciples, hearing that Peter was there, sent two men to urge him, “Come to us without delay.”
39 STV ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς BSB BSB: So Peter got up and went with them. On his arrival, they took him to the upper room. All the widows stood around him, weeping and showing him the tunics and other clothing that Dorcas had made while she was still with them.
40 STV ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβιθά ἀνάστηθι ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν BSB BSB: Then Peter sent them all out of the room. He knelt down and prayed, and turning toward her body, he said, “Tabitha, get up!” She opened her eyes, and seeing Peter, she sat up.
41 STV δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν BSB BSB: Peter took her by the hand and helped her up. Then he called the saints and widows and presented her to them alive.
42 STV γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν κύριον BSB BSB: This became known all over Joppa, and many people believed in the Lord.
43 STV Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτόν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ BSB BSB: And Peter stayed for several days in Joppa with a tanner named Simon.
Select verses for actions: Enter goes to them and Escape comes back.