2 STV ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον BSB BSB: and Jesus and His disciples had also been invited to the wedding.
3 STV καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσιν BSB BSB: When the wine ran out, Jesus’ mother said to Him, “They have no more wine.”
4 STV λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου BSB BSB: “Woman, what is that to you and to Me?” Jesus replied. “My hour has not yet come.”
6 STV ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς BSB BSB: Now six stone water jars had been set there for the Jewish rites of purification. Each could hold from twenty to thirty gallons.
7 STV λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω BSB BSB: Jesus told the servants, “Fill the jars with water.” So they filled them to the brim.
8 STV καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· καὶ ἤνεγκαν BSB BSB: “Now draw some out,” He said, “and take it to the master of the banquet.” They did so,
9 STV ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος BSB BSB: and the master of the banquet tasted the water that had been turned into wine. He did not know where it was from, but the servants who had drawn the water knew. Then he called the bridegroom aside
10 STV καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι BSB BSB: and said, “Everyone serves the fine wine first, and then the cheap wine after the guests are drunk. But you have saved the fine wine until now!”
11 STV Ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ BSB BSB: Jesus performed this, the first of His signs, at Cana in Galilee. He thus revealed His glory, and His disciples believed in Him.
12 STV Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας BSB BSB: After this, He went down to Capernaum with His mother and brothers and His disciples, and they stayed there a few days.
13 STV Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς BSB BSB: When the Jewish Passover was near, Jesus went up to Jerusalem.
14 STV καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους BSB BSB: In the temple courts He found men selling cattle, sheep, and doves, and money changers seated at their tables.
15 STV καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψεν BSB BSB: So He made a whip out of cords and drove all from the temple courts, both sheep and cattle. He poured out the coins of the money changers and overturned their tables.
16 STV καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου BSB BSB: To those selling doves He said, “Get these out of here! How dare you turn My Father’s house into a marketplace!”
17 STV Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγεν με BSB BSB: His disciples remembered that it is written: “Zeal for Your house will consume Me.”
18 STV ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς BSB BSB: On account of this, the Jews demanded, “What sign can You show us to prove Your authority to do these things?”
19 STV ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν BSB BSB: Jesus answered, “Destroy this temple, and in three days I will raise it up again.”
20 STV εἶπον οὖν οἱ Ἰουδαῖοι τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν BSB BSB: “This temple took forty-six years to build,” the Jews replied, “and You are going to raise it up in three days?”
21 STV ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ BSB BSB: But Jesus was speaking about the temple of His body.
22 STV ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὦ εἶπεν ὁ Ἰησοῦς BSB BSB: After He was raised from the dead, His disciples remembered that He had said this. Then they believed the Scripture and the word that Jesus had spoken.
23 STV Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· BSB BSB: While He was in Jerusalem at the Passover Feast, many people saw the signs He was doing and believed in His name.
24 STV αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας BSB BSB: But Jesus did not entrust Himself to them, for He knew them all.
25 STV καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ BSB BSB: He did not need any testimony about man, for He knew what was in a man.