1 STV Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι BSB BSB: After this, Jesus traveled throughout Galilee. He did not want to travel in Judea, because the Jews there were trying to kill Him.
2 STV ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία BSB BSB: However, the Jewish Feast of Tabernacles was near.
3 STV εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα σοῦ ἃ ποιεῖς· BSB BSB: So Jesus’ brothers said to Him, “Leave here and go to Judea, so that Your disciples there may see the works You are doing.
4 STV οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ BSB BSB: For no one who wants to be known publicly acts in secret. Since You are doing these things, show Yourself to the world.”
6 STV λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος BSB BSB: Therefore Jesus told them, “Although your time is always at hand, My time has not yet come.
7 STV οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν BSB BSB: The world cannot hate you, but it hates Me, because I testify that its works are evil.
8 STV ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ταύτην ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην· ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται BSB BSB: Go up to the feast on your own. I am not going up to this feast, because My time has not yet come.”
9 STV ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ BSB BSB: Having said this, Jesus remained in Galilee.
10 STV Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν οὐ φανερῶς ἀλλ’ ὡς ἐν κρυπτῷ BSB BSB: But after His brothers had gone up to the feast, He also went—not publicly, but in secret.
11 STV οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος BSB BSB: So the Jews were looking for Him at the feast and asking, “Where is He?”
12 STV καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον Οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον BSB BSB: Many in the crowds were whispering about Him. Some said, “He is a good man.” But others replied, “No, He deceives the people.”
13 STV οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων BSB BSB: Yet no one would speak publicly about Him for fear of the Jews.
14 STV Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν BSB BSB: About halfway through the feast, Jesus went up to the temple courts and began to teach.
16 STV ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· BSB BSB: “My teaching is not My own,” Jesus replied. “It comes from Him who sent Me.
17 STV ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ BSB BSB: If anyone desires to do His will, he will know whether My teaching is from God or whether I speak on My own.
18 STV ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν BSB BSB: He who speaks on his own authority seeks his own glory, but He who seeks the glory of the One who sent Him is a man of truth; in Him there is no falsehood.
19 STV οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον τί με ζητεῖτε ἀποκτεῖναι BSB BSB: Has not Moses given you the law? Yet not one of you keeps it. Why are you trying to kill Me?”
20 STV ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι BSB BSB: “You have a demon,” the crowd replied. “Who is trying to kill You?”
21 STV ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε BSB BSB: Jesus answered them, “I did one miracle, and you are all amazed.
22 STV διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον BSB BSB: But because Moses gave you circumcision, you circumcise a boy on the Sabbath (not that it is from Moses, but from the patriarchs.)
23 STV εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ BSB BSB: If a boy can be circumcised on the Sabbath so that the law of Moses will not be broken, why are you angry with Me for making the whole man well on the Sabbath?
24 STV μὴ κρίνετε κατ’ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε BSB BSB: Stop judging by outward appearances, and start judging justly.”
25 STV Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι BSB BSB: Then some of the people of Jerusalem began to say, “Isn’t this the man they are trying to kill?
26 STV καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός BSB BSB: Yet here He is, speaking publicly, and they are not saying anything to Him. Have the rulers truly recognized that this is the Christ?
27 STV ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν BSB BSB: But we know where this man is from. When the Christ comes, no one will know where He is from.”
28 STV ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε· BSB BSB: Then Jesus, still teaching in the temple courts, cried out, “You know Me, and you know where I am from. I have not come of My own accord, but He who sent Me is true. You do not know Him,
29 STV ἐγὼ δὲ οἶδα αὐτόν ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν BSB BSB: but I know Him, because I am from Him and He sent Me.”
30 STV Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ BSB BSB: So they tried to seize Him, but no one laid a hand on Him, because His hour had not yet come.
31 STV πολλοὶ δὲ Ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν BSB BSB: Many in the crowd, however, believed in Him and said, “When the Christ comes, will He perform more signs than this man?”
32 STV Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν BSB BSB: When the Pharisees heard the crowd whispering these things about Jesus, they and the chief priests sent officers to arrest Him.
33 STV εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με BSB BSB: So Jesus said, “I am with you only a little while longer, and then I am going to the One who sent Me.
34 STV ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν BSB BSB: You will look for Me, but you will not find Me; and where I am, you cannot come.”
35 STV εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας BSB BSB: At this, the Jews said to one another, “Where does He intend to go that we will not find Him? Will He go where the Jews are dispersed among the Greeks, and teach the Greeks?
36 STV τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπεν Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν BSB BSB: What does He mean by saying, ‘You will look for Me, but you will not find Me,’ and, ‘Where I am, you cannot come’?”
37 STV Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων, Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω BSB BSB: On the last and greatest day of the feast, Jesus stood up and called out in a loud voice, “If anyone is thirsty, let him come to Me and drink.
38 STV ὁ πιστεύων εἰς ἐμέ καθὼς εἶπεν ἡ γραφή ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος BSB BSB: Whoever believes in Me, as the Scripture has said: ‘Streams of living water will flow from within him.’”
39 STV τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα Ἅγιον, ὅτι ὃ Ἰησοῦς οὐδέπω ἐδοξάσθη BSB BSB: He was speaking about the Spirit, whom those who believed in Him were later to receive. For the Spirit had not yet been given, because Jesus had not yet been glorified.
40 STV πολλοὶ οὖν Ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· BSB BSB: On hearing these words, some of the people said, “This is truly the Prophet.”
41 STV ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ Χριστός ἄλλοι δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται BSB BSB: Others declared, “This is the Christ.” But still others asked, “How can the Christ come from Galilee?
42 STV οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαβίδ, ὁ Χριστὸς ἔρχεται BSB BSB: Doesn’t the Scripture say that the Christ will come from the line of David and from Bethlehem, the village where David lived?”
43 STV σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν· BSB BSB: So there was division in the crowd because of Jesus.
44 STV τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας BSB BSB: Some of them wanted to seize Him, but no one laid a hand on Him.
45 STV Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διατί οὐκ ἠγάγετε αὐτόν BSB BSB: Then the officers returned to the chief priests and Pharisees, who asked them, “Why didn’t you bring Him in?”
46 STV ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος, BSB BSB: “Never has anyone spoken like this man!” the officers answered.
47 STV ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε BSB BSB: “Have you also been deceived?” replied the Pharisees.
48 STV μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων BSB BSB: “Have any of the rulers or Pharisees believed in Him?
49 STV ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοι εἰσιν BSB BSB: But this crowd that does not know the law—they are under a curse.”
50 STV λέγει Νικόδημος πρὸς αὐτούς ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν εἷς ὢν ἐξ αὐτῶν BSB BSB: Nicodemus, who had gone to Jesus earlier and who himself was one of them, asked,
51 STV Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ BSB BSB: “Does our law convict a man without first hearing from him to determine what he has done?”
52 STV ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγηγέρται BSB BSB: “Aren’t you also from Galilee?” they replied. “Look into it, and you will see that no prophet comes out of Galilee.”
Select verses for actions: Enter goes to them and Escape comes back.