1 STV Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ BSB BSB: One day in a place where Jesus had just finished praying, one of His disciples requested, “Lord, teach us to pray, just as John taught his disciples.”
2 STV εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε λέγετε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοις, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ, καὶ ἐπὶ τὴς γὴς BSB BSB: So Jesus told them, “When you pray, say: ‘Father, hallowed be Your name. Your kingdom come.
3 STV τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν· BSB BSB: Give us each day our daily bread.
4 STV καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ BSB BSB: And forgive us our sins, for we also forgive everyone who sins against us. And lead us not into temptation.’”
5 STV Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ Φίλε χρῆσόν μοι τρεῖς ἄρτους BSB BSB: Then Jesus said to them, “Suppose one of you goes to his friend at midnight and says, ‘Friend, lend me three loaves of bread,
6 STV ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· BSB BSB: because a friend of mine has come to me on a journey, and I have nothing to set before him.’
7 STV κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι BSB BSB: And suppose the one inside answers, ‘Do not bother me. My door is already shut, and my children and I are in bed. I cannot get up to give you anything.’
8 STV λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει BSB BSB: I tell you, even though he will not get up to provide for him because of his friendship, yet because of the man’s persistence, he will get up and give him as much as he needs.
9 STV κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· BSB BSB: So I tell you: Ask, and it will be given to you; seek, and you will find; knock, and the door will be opened to you.
10 STV πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται BSB BSB: For everyone who asks receives; he who seeks finds; and to him who knocks, the door will be opened.
11 STV τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λὶθον ἐπιδώσει αὐτῷ εἰ καὶ ἰχθύν μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ BSB BSB: What father among you, if his son asks for a fish, will give him a snake instead?
12 STV ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν μὴ ἐπιδώσει αὐτῷ σκορπίον BSB BSB: Or if he asks for an egg, will give him a scorpion?
13 STV εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν BSB BSB: So if you who are evil know how to give good gifts to your children, how much more will your Father in heaven give the Holy Spirit to those who ask Him!”
14 STV Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι BSB BSB: One day Jesus was driving out a demon that was mute. And when the demon was gone, the man who had been mute spoke. The crowds were amazed,
15 STV τινὲς δὲ ἐξ αὐτῶν εἶπον Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· BSB BSB: but some of them said, “It is by Beelzebul, the prince of the demons, that He drives out demons.”
16 STV ἕτεροι δὲ πειράζοντες σημεῖον παρ’ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ BSB BSB: And others tested Him by demanding a sign from heaven.
17 STV αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει BSB BSB: Knowing their thoughts, Jesus said to them, “Every kingdom divided against itself will be laid waste, and a house divided against a house will fall.
18 STV εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια BSB BSB: If Satan is divided against himself, how can his kingdom stand? After all, you say that I drive out demons by Beelzebul.
19 STV εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται BSB BSB: And if I drive out demons by Beelzebul, by whom do your sons drive them out? So then, they will be your judges.
21 STV ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· BSB BSB: When a strong man, fully armed, guards his house, his possessions are secure.
22 STV ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν BSB BSB: But when someone stronger attacks and overpowers him, he takes away the armor in which the man trusted, and then he divides up his plunder.
23 STV ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει BSB BSB: He who is not with Me is against Me, and he who does not gather with Me scatters.
24 STV Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον· λέγει Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· BSB BSB: When an unclean spirit comes out of a man, it passes through arid places seeking rest and does not find it. Then it says, ‘I will return to the house I left.’
25 STV καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον BSB BSB: On its return, it finds the house swept clean and put in order.
26 STV τότε πορεύεται καὶ παραλαμβάνει ἑπτά ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων BSB BSB: Then it goes and brings seven other spirits more wicked than itself, and they go in and dwell there. And the final plight of that man is worse than the first.”
27 STV Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας BSB BSB: As Jesus was saying these things, a woman in the crowd raised her voice and said, “Blessed is the womb that bore You, and blessed are the breasts that nursed You!”
28 STV αὐτὸς δὲ εἶπεν μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες αὐτὸν BSB BSB: But He replied, “Blessed rather are those who hear the word of God and obey it.”
29 STV Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν Ἡ γενεὰ αὕτη πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· BSB BSB: As the crowds were increasing, Jesus said, “This is a wicked generation. It demands a sign, but none will be given it except the sign of Jonah.
30 STV καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευίταις οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ BSB BSB: For as Jonah was a sign to the Ninevites, so the Son of Man will be a sign to this generation.
31 STV βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε BSB BSB: The Queen of the South will rise at the judgment with the men of this generation and condemn them; for she came from the ends of the earth to hear the wisdom of Solomon, and now One greater than Solomon is here.
32 STV ἄνδρες Νινευΐ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε BSB BSB: The men of Nineveh will stand at the judgment with this generation and condemn it; for they repented at the preaching of Jonah, and now One greater than Jonah is here.
33 STV Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτόν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν BSB BSB: No one lights a lamp and puts it in a cellar or under a basket. Instead, he sets it on a stand, so those who enter can see the light.
34 STV ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ καὶ τὸ σῶμά σου σκοτεινόν BSB BSB: Your eye is the lamp of your body. When your eyes are good, your whole body also is full of light. But when they are bad, your body is full of darkness.
35 STV σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν BSB BSB: Be careful, then, that the light within you is not darkness.
36 STV εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον τι μέρος σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε BSB BSB: So if your whole body is full of light, with no part of it in darkness, you will be radiant, as though a lamp were shining on you.”
37 STV Ἐν δὲ τῷ λαλῆσαι ἠρωτᾷ αὐτὸν Φαρισαῖος τις ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν BSB BSB: As Jesus was speaking, a Pharisee invited Him to dine with him; so He went in and reclined at the table.
38 STV ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου BSB BSB: But the Pharisee was surprised to see that Jesus did not first wash before the meal.
39 STV εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας BSB BSB: Then the Lord said, “Now you Pharisees clean the outside of the cup and dish, but inside you are full of greed and wickedness.
40 STV ἄφρονες οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν BSB BSB: You fools! Did not the One who made the outside make the inside as well?
41 STV πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν BSB BSB: But give as alms the things that are within you, and behold, everything will be clean for you.
42 STV ἀλλ’ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι BSB BSB: Woe to you Pharisees! For you pay tithes of mint, rue, and every herb, but you disregard justice and the love of God. You should have practiced the latter without neglecting the former.
43 STV οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς BSB BSB: Woe to you Pharisees! For you love the chief seats in the synagogues and the greetings in the marketplaces.
44 STV οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν BSB BSB: Woe to you! For you are like unmarked graves, which men walk over without even noticing.”
45 STV Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις BSB BSB: One of the experts in the law told Him, “Teacher, when You say these things, You insult us as well.”
46 STV ὁ δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις BSB BSB: “Woe to you as well, experts in the law!” He replied. “For you weigh men down with heavy burdens, but you yourselves will not lift a finger to lighten their load.
47 STV οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς BSB BSB: Woe to you! For you build tombs for the prophets, but it was your fathers who killed them.
48 STV ἄρα μάρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα BSB BSB: So you are witnesses consenting to the deeds of your fathers: They killed the prophets, and you build their tombs.
49 STV διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ἐκδιώξουσιν· BSB BSB: Because of this, the wisdom of God said, ‘I will send them prophets and apostles; some of them they will kill and others they will persecute.’
50 STV ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης BSB BSB: As a result, this generation will be charged with the blood of all the prophets that has been shed since the foundation of the world,
51 STV ἀπὸ τοῦ αἵματος Ἅβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί λέγω ὑμῖν ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης BSB BSB: from the blood of Abel to the blood of Zechariah, who was killed between the altar and the sanctuary. Yes, I tell you, all of it will be charged to this generation.
52 STV οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε BSB BSB: Woe to you experts in the law! For you have taken away the key to knowledge. You yourselves have not entered, and you have hindered those who were entering.”
53 STV λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτοὺς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων BSB BSB: As Jesus went on from there, the scribes and Pharisees began to oppose Him bitterly and to ply Him with questions about many things,
54 STV ἐνεδρεύοντες αὐτὸν καὶ ζητοὺντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ ἵνα κατηγορήσωσιν αὐτοῦ. BSB BSB: waiting to catch Him in something He might say.