1 STV Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι’ οὗ ἔρχεται· BSB BSB: Jesus said to His disciples, “It is inevitable that stumbling blocks will come, but woe to the one through whom they come!
2 STV λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων BSB BSB: It would be better for him to have a millstone hung around his neck and to be thrown into the sea than to cause one of these little ones to stumble.
3 STV προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ BSB BSB: Watch yourselves. If your brother sins, rebuke him; and if he repents, forgive him.
4 STV καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων, Μετανοῶ ἀφήσεις αὐτῷ BSB BSB: Even if he sins against you seven times in a day, and seven times returns to say, ‘I repent,’ you must forgive him.”
5 STV Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ Πρόσθες ἡμῖν πίστιν BSB BSB: The apostles said to the Lord, “Increase our faith!”
6 STV εἶπεν δὲ ὁ κύριος Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν BSB BSB: And the Lord answered, “If you have faith the size of a mustard seed, you can say to this mulberry tree, ‘Be uprooted and planted in the sea,’ and it will obey you.
7 STV Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ Εὐθέως παρελθὼν ἀνάπεσαι· BSB BSB: Which of you whose servant comes in from plowing or shepherding in the field will say to him, ‘Come at once and sit down to eat’?
8 STV ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ BSB BSB: Instead, won’t he tell him, ‘Prepare my meal and dress yourself to serve me while I eat and drink, and afterward you may eat and drink’?
9 STV μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ οὐ δοκῶ BSB BSB: Does he thank the servant because he did what he was told?
10 STV οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν BSB BSB: So you also, when you have done everything commanded of you, should say, ‘We are unworthy servants; we have only done our duty.’”
11 STV Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας BSB BSB: While Jesus was on His way to Jerusalem, He was passing between Samaria and Galilee.
12 STV καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν BSB BSB: As He entered one of the villages, He was met by ten lepers. They stood at a distance
13 STV καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς BSB BSB: and raised their voices, shouting, “Jesus, Master, have mercy on us!”
14 STV καὶ ἰδὼν εἶπεν αὐτοῖς Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν BSB BSB: When Jesus saw them, He said, “Go, show yourselves to the priests.” And as they were on their way, they were cleansed.
15 STV εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν BSB BSB: When one of them saw that he was healed, he came back, praising God in a loud voice.
16 STV καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης BSB BSB: He fell facedown at Jesus’ feet in thanksgiving to Him—and he was a Samaritan.
17 STV ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ BSB BSB: “Were not all ten cleansed?” Jesus asked. “Where then are the other nine?
18 STV οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος BSB BSB: Was no one found except this foreigner to return and give glory to God?”
19 STV καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε BSB BSB: Then Jesus said to him, “Rise and go; your faith has made you well!”
20 STV Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως BSB BSB: When asked by the Pharisees when the kingdom of God would come, Jesus replied, “The kingdom of God will not come with observable signs.
21 STV οὐδὲ ἐροῦσιν Ἰδού, ὧδε ἤ ἰδού, Ἐκεῖ Ἰδού, γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν BSB BSB: Nor will people say, ‘Look, here it is,’ or ‘There it is.’ For you see, the kingdom of God is in your midst.”
22 STV Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε BSB BSB: Then He said to the disciples, “The time is coming when you will long to see one of the days of the Son of Man, but you will not see it.
23 STV καὶ ἐροῦσιν ὑμῖν Ἰδού, ὧδε· ἤ Ἶδοὺ ἐκεῖ μὴ ἆπέλθητε μηδὲ διώξητε BSB BSB: People will tell you, ‘Look, there He is!’ or ‘Look, here He is!’ Do not go out or chase after them.
24 STV ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ’ οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ BSB BSB: For just as the lightning flashes and lights up the sky from one end to the other, so will be the Son of Man in His day.
25 STV πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης BSB BSB: But first He must suffer many things and be rejected by this generation.
26 STV καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· BSB BSB: Just as it was in the days of Noah, so also will it be in the days of the Son of Man:
27 STV ἤσθιον ἔπινον ἐγάμουν ἐξεγαμίζοντο ἄχρι ἡς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας BSB BSB: People were eating and drinking, marrying and being given in marriage, up to the day Noah entered the ark. Then the flood came and destroyed them all.
28 STV ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν· BSB BSB: It was the same in the days of Lot: People were eating and drinking, buying and selling, planting and building.
29 STV ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας· BSB BSB: But on the day Lot left Sodom, fire and sulfur rained down from heaven and destroyed them all.
30 STV κατὰ ταὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται BSB BSB: It will be just like that on the day the Son of Man is revealed.
31 STV ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω BSB BSB: On that day, let no one on the housetop come down to retrieve his possessions. Likewise, let no one in the field return for anything he has left behind.
32 STV μνημονεύετε τῆς γυναικὸς Λώτ BSB BSB: Remember Lot’s wife!
33 STV ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν ζῳογονήσει αὐτήν· BSB BSB: Whoever tries to save his life will lose it, but whoever loses his life will preserve it.
34 STV λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται· BSB BSB: I tell you, on that night two people will be in one bed: one will be taken and the other left.
35 STV δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται BSB BSB: Two women will be grinding grain together: one will be taken and the other left.”
36 STV - - ---- BSB BSB: Not in the BSB
37 STV καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ BSB BSB: “Where, Lord?” they asked. Jesus answered, “Wherever there is a carcass, there the vultures will gather.”