1 STV Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ BSB BSB: Then Jesus entered Jericho and was passing through.
2 STV καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος· BSB BSB: And there was a man named Zacchaeus, a chief tax collector, who was very wealthy.
3 STV καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν BSB BSB: He was trying to see who Jesus was, but could not see over the crowd because he was small in stature.
4 STV καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι’ ἐκείνης ἤμελλεν διέρχεσθαι BSB BSB: So he ran on ahead and climbed a sycamore tree to see Him, since Jesus was about to pass that way.
5 STV καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι BSB BSB: When Jesus came to that place, He looked up and said, “Zacchaeus, hurry down, for I must stay at your house today.”
6 STV καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων BSB BSB: So Zacchaeus hurried down and welcomed Him joyfully.
7 STV καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι BSB BSB: And all who saw this began to grumble, saying, “He has gone to be the guest of a sinful man!”
8 STV σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν BSB BSB: But Zacchaeus stood up and said to the Lord, “Look, Lord, half of my possessions I give to the poor, and if I have cheated anyone, I will repay it fourfold.”
9 STV εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· BSB BSB: Jesus said to him, “Today salvation has come to this house, because this man too is a son of Abraham.
10 STV ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός BSB BSB: For the Son of Man came to seek and to save the lost.”
11 STV Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι BSB BSB: While the people were listening to this, Jesus proceeded to tell them a parable, because He was near Jerusalem and they thought the kingdom of God would appear imminently.
12 STV εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι BSB BSB: So He said, “A man of noble birth went to a distant country to lay claim to his kingship and then return.
13 STV καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἕως ἔρχομαι BSB BSB: Beforehand, he called ten of his servants and gave them ten minas. ‘Conduct business with this until I return,’ he said.
14 STV οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς BSB BSB: But his subjects hated him and sent a delegation after him to say, ‘We do not want this man to rule over us.’
15 STV Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο BSB BSB: When he returned from procuring his kingship, he summoned the servants to whom he had given the money, to find out what each one had earned.
16 STV παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς BSB BSB: The first servant came forward and said, ‘Master, your mina has produced ten more minas.’
17 STV καὶ εἶπεν αὐτῷ Εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων BSB BSB: His master replied, ‘Well done, good servant! Because you have been faithful in a very small matter, you shall have authority over ten cities.’
18 STV καὶ ἦλθεν ὁ δεύτερος λέγων, Κύριε Ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς BSB BSB: The second servant came and said, ‘Master, your mina has made five minas.’
19 STV εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων BSB BSB: And to this one he said, ‘You shall have authority over five cities.’
20 STV καὶ ἕτερος ἦλθεν λέγων, Κύριε ἰδού, ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· BSB BSB: Then another servant came and said, ‘Master, here is your mina, which I have laid away in a piece of cloth.
21 STV ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας BSB BSB: For I was afraid of you, because you are a harsh man. You withdraw what you did not deposit and reap what you did not sow.’
22 STV λέγει δὲ αὐτῷ Ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα BSB BSB: His master replied, ‘You wicked servant, I will judge you by your own words. So you knew that I am a harsh man, withdrawing what I did not deposit and reaping what I did not sow?
23 STV καὶ διατί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ BSB BSB: Why then did you not deposit my money in the bank, and upon my return I could have collected it with interest?’
24 STV καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι BSB BSB: Then he told those standing by, ‘Take the mina from him and give it to the one who has ten minas.’
25 STV καὶ εἶπον αὐτῷ Κύριε ἔχει δέκα μνᾶς BSB BSB: ‘Master,’ they said, ‘he already has ten!’
26 STV λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ BSB BSB: He replied, ‘I tell you that everyone who has will be given more; but the one who does not have, even what he has will be taken away from him.
27 STV πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου BSB BSB: And these enemies of mine who were unwilling for me to rule over them, bring them here and slay them in front of me.’”
28 STV Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα BSB BSB: After Jesus had said this, He went on ahead, going up to Jerusalem.
29 STV Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ, BSB BSB: As He approached Bethphage and Bethany at the Mount of Olives, He sent out two of His disciples,
30 STV εἰπὼν, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε BSB BSB: saying, “Go into the village ahead of you, and as you enter it, you will find a colt tied there, on which no one has ever sat. Untie it and bring it here.
31 STV καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διατί λύετε οὕτως ἐρεῖτε αὐτῷ, ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει BSB BSB: If anyone asks, ‘Why are you untying it?’ tell him, ‘The Lord needs it.’”
32 STV ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς BSB BSB: So those who were sent went out and found it just as Jesus had told them.
33 STV λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον BSB BSB: As they were untying the colt, its owners asked, “Why are you untying the colt?”
34 STV οἱ δὲ εἶπον Ὁ κύριος αὐτοῦ χρείαν ἔχει BSB BSB: “The Lord needs it,” they answered.
35 STV καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν BSB BSB: Then they led the colt to Jesus, threw their cloaks over it, and put Jesus on it.
36 STV πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ BSB BSB: As He rode along, the people spread their cloaks on the road.
37 STV Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων BSB BSB: And as He approached the descent from the Mount of Olives, the whole multitude of disciples began to praise God joyfully in a loud voice for all the miracles they had seen:
38 STV λέγοντες Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις BSB BSB: “Blessed is the King who comes in the name of the Lord!” “Peace in heaven and glory in the highest!”
39 STV καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου BSB BSB: But some of the Pharisees in the crowd said to Him, “Teacher, rebuke Your disciples!”
40 STV καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται BSB BSB: “I tell you,” He answered, “if they remain silent, the very stones will cry out.”
41 STV Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτή, BSB BSB: As Jesus approached Jerusalem and saw the city, He wept over it
42 STV λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· BSB BSB: and said, “If only you had known on this day what would bring you peace! But now it is hidden from your eyes.
43 STV ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν BSB BSB: For the days will come upon you when your enemies will barricade you and surround you and hem you in on every side.
44 STV καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ· ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου BSB BSB: They will level you to the ground—you and the children within your walls. They will not leave one stone on another, because you did not recognize the time of your visitation from God.”
45 STV Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας, BSB BSB: Then Jesus entered the temple courts and began to drive out those who were selling there.
46 STV λέγων αὐτοῖς, Γέγραπται ὁ οἰκός μου οἰκος προσευχῆς ἐστίν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν BSB BSB: He declared to them, “It is written: ‘My house will be a house of prayer.’ But you have made it ‘a den of robbers.’”
47 STV Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ BSB BSB: Jesus was teaching at the temple every day, but the chief priests, scribes, and leaders of the people were intent on killing Him.
48 STV καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων BSB BSB: Yet they could not find a way to do so, because all the people hung on His words.