1 STV Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα BSB BSB: Now the Feast of Unleavened Bread, called the Passover, was approaching,
2 STV καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν BSB BSB: and the chief priests and scribes were looking for a way to put Jesus to death, for they feared the people.
3 STV Εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· BSB BSB: Then Satan entered Judas Iscariot, who was one of the Twelve.
4 STV καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτόν παραδῷ αὐτοῖς BSB BSB: And Judas went to discuss with the chief priests and temple officers how he might betray Jesus to them.
5 STV καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι BSB BSB: They were delighted and agreed to give him money.
6 STV καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου BSB BSB: Judas consented, and began to look for an opportunity to betray Jesus to them in the absence of a crowd.
7 STV Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· BSB BSB: Then came the day of Unleavened Bread on which the Passover lamb was to be sacrificed.
8 STV καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν BSB BSB: Jesus sent Peter and John, saying, “Go and make preparations for us to eat the Passover.”
9 STV οἱ δὲ εἶπον αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν BSB BSB: “Where do You want us to prepare it?” they asked.
10 STV ὁ δὲ εἶπεν αὐτοῖς Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται BSB BSB: He answered, “When you enter the city, a man carrying a jug of water will meet you. Follow him to the house he enters,
11 STV καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω BSB BSB: and say to the owner of that house, ‘The Teacher asks: Where is the guest room, where I may eat the Passover with My disciples?’
12 STV κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε BSB BSB: And he will show you a large upper room, already furnished. Make preparations there.”
13 STV ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα BSB BSB: So they went and found it just as Jesus had told them. And they prepared the Passover.
14 STV Καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ BSB BSB: When the hour had come, Jesus reclined at the table with His apostles.
16 STV λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ BSB BSB: For I tell you that I will not eat it again until it is fulfilled in the kingdom of God.”
17 STV καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· BSB BSB: After taking the cup, He gave thanks and said, “Take this and divide it among yourselves.
18 STV λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ BSB BSB: For I tell you that I will not drink of the fruit of the vine from now on until the kingdom of God comes.”
19 STV καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν BSB BSB: And He took the bread, gave thanks and broke it, and gave it to them, saying, “This is My body, given for you; do this in remembrance of Me.”
20 STV ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον BSB BSB: In the same way, after supper He took the cup, saying, “This cup is the new covenant in My blood, which is poured out for you.
21 STV πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· BSB BSB: Look! The hand of My betrayer is with Mine on the table.
22 STV καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται BSB BSB: Indeed, the Son of Man will go as it has been determined, but woe to that man who betrays Him.”
23 STV καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν BSB BSB: Then they began to question among themselves which of them was going to do this.
24 STV Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων BSB BSB: A dispute also arose among the disciples as to which of them should be considered the greatest.
25 STV ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται BSB BSB: So Jesus declared, “The kings of the Gentiles lord it over them, and those in authority over them call themselves benefactors.
26 STV ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν BSB BSB: But you shall not be like them. Instead, the greatest among you should be like the youngest, and the one who leads like the one who serves.
27 STV τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν BSB BSB: For who is greater, the one who reclines at the table or the one who serves? Is it not the one who reclines? But I am among you as one who serves.
28 STV ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· BSB BSB: You are the ones who have stood by Me in My trials.
29 STV κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν BSB BSB: And I bestow on you a kingdom, just as My Father has bestowed one on Me,
30 STV ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθίσησθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ BSB BSB: so that you may eat and drink at My table in My kingdom and sit on thrones, judging the twelve tribes of Israel.
31 STV εἶπεν δὲ ὁ Κύριος, Σίμων Σίμων ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· BSB BSB: Simon, Simon, Satan has asked to sift all of you like wheat.
32 STV ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου BSB BSB: But I have prayed for you, Simon, that your faith will not fail. And when you have turned back, strengthen your brothers.”
33 STV ὁ δὲ εἶπεν αὐτῷ Κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι BSB BSB: “Lord,” said Peter, “I am ready to go with You even to prison and to death.”
34 STV ὁ δὲ εἶπεν Λέγω σοι Πέτρε οὐ μή φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρίς ἀπαρνήσῃ μή εἰδέναι με BSB BSB: But Jesus replied, “I tell you, Peter, the rooster will not crow today until you have denied three times that you know Me.”
37 STV λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει BSB BSB: For I tell you that this Scripture must be fulfilled in Me: ‘And He was numbered with the transgressors.’ For what is written about Me is reaching its fulfillment.”
38 STV οἱ δὲ εἶπον, Κύριε ἰδού, μάχαιραι ὧδε δύο ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν BSB BSB: So they said, “Look, Lord, here are two swords.” “That is enough,” He answered.
39 STV Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ BSB BSB: Jesus went out as usual to the Mount of Olives, and the disciples followed Him.
40 STV γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν BSB BSB: When He came to the place, He told them, “Pray that you will not enter into temptation.”
41 STV καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο BSB BSB: And He withdrew about a stone’s throw beyond them, where He knelt down and prayed,
43 STV ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν BSB BSB: Then an angel from heaven appeared to Him and strengthened Him.
44 STV καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν BSB BSB: And in His anguish, He prayed more earnestly, and His sweat became like drops of blood falling to the ground.
45 STV καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης BSB BSB: When Jesus rose from prayer and returned to the disciples, He found them asleep, exhausted from sorrow.
46 STV καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν BSB BSB: “Why are you sleeping?” He asked. “Get up and pray so that you will not enter into temptation.”
47 STV Ἔτι δέ αὐτοῦ λαλοῦντος ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτῶν, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν BSB BSB: While He was still speaking, a crowd arrived, led by the man called Judas, one of the Twelve. He approached Jesus to kiss Him.
48 STV ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως BSB BSB: But Jesus asked him, “Judas, are you betraying the Son of Man with a kiss?”
49 STV ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, Κύριε εἰ πατάξομεν ἐν μαχαίρᾳ BSB BSB: Those around Jesus saw what was about to happen and said, “Lord, should we strike with our swords?”
50 STV καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν BSB BSB: And one of them struck the servant of the high priest, cutting off his right ear.
51 STV ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν BSB BSB: But Jesus answered, “No more of this!” And He touched the man’s ear and healed him.
52 STV εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων BSB BSB: Then Jesus said to the chief priests, temple officers, and elders who had come for Him, “Have you come out with swords and clubs as you would against an outlaw?
53 STV καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ ἀλλ’ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους BSB BSB: Every day I was with you in the temple courts, and you did not lay a hand on Me. But this hour belongs to you and to the power of darkness.”
54 STV Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν BSB BSB: Then they seized Jesus, led Him away, and took Him into the house of the high priest. And Peter followed at a distance.
55 STV ἀψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν, BSB BSB: When those present had kindled a fire in the middle of the courtyard and sat down together, Peter sat down among them.
56 STV ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὖτῷ ἦν· BSB BSB: A servant girl saw him seated in the firelight and looked intently at him. “This man also was with Him,” she said.
57 STV ὁ δὲ ἠρνήσατο αὐτόν λέγων, Γύναι, οὐκ οἶδα αὐτὸν BSB BSB: But Peter denied it. “Woman, I do not know Him,” he said.
58 STV καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ ὁ δὲ Πέτρος εἴπεν, Ἄνθρωπε οὐκ εἰμί BSB BSB: A short time later, someone else saw him and said, “You also are one of them.” But Peter said, “Man, I am not.”
59 STV καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, Ἐπ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν BSB BSB: About an hour later, another man insisted, “Certainly this man was with Him, for he too is a Galilean.”
60 STV εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ὁ ἀλέκτωρ BSB BSB: “Man, I do not know what you are talking about,” Peter replied. And immediately, while he was still speaking, the rooster crowed.
61 STV καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς BSB BSB: And the Lord turned and looked at Peter. Then Peter remembered the word that the Lord had spoken to him: “Before the rooster crows today, you will deny Me three times.”
62 STV καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσεν πικρῶς BSB BSB: And he went outside and wept bitterly.
63 STV Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες BSB BSB: The men who were holding Jesus began to mock Him and beat Him.
64 STV καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτὸν, λέγοντες Προφήτευσον τίς ἐστιν ὁ παίσας σε BSB BSB: They blindfolded Him and kept demanding, “Prophesy! Who hit You?”
65 STV καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν BSB BSB: And they said many other blasphemous things against Him.
66 STV Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες BSB BSB: At daybreak the council of the elders of the people, both the chief priests and scribes, met together. They led Jesus into their Sanhedrin and said,
67 STV Εἰ σὺ εἶ ὁ Χριστός εἰπὲ ἡμῖν εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· BSB BSB: “If You are the Christ, tell us.” Jesus answered, “If I tell you, you will not believe.
68 STV ἐὰν δὲ καὶ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε μοι, ἢ ἀπολύσητε BSB BSB: And if I ask you a question, you will not answer.
69 STV ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ BSB BSB: But from now on the Son of Man will be seated at the right hand of the power of God.”
70 STV εἶπον δὲ πάντες Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι BSB BSB: So they all asked, “Are You then the Son of God?” He replied, “You say that I am.”
71 STV οἱ δὲ εἶπον, Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ BSB BSB: “Why do we need any more testimony?” they declared. “We have heard it for ourselves from His own lips.”