1 STV Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν BSB BSB: Then Jesus called the Twelve together and gave them power and authority over all demons, and power to cure diseases.
2 STV καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας BSB BSB: And He sent them out to proclaim the kingdom of God and to heal the sick.
3 STV καὶ εἶπεν πρὸς αὐτούς Μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδους, μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν BSB BSB: “Take nothing for the journey,” He told them, “no staff, no bag, no bread, no money, no second tunic.
4 STV καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε BSB BSB: Whatever house you enter, stay there until you leave that area.
5 STV καὶ ὅσοι ἂν μὴ δέξωνταί ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς BSB BSB: If anyone does not welcome you, shake the dust off your feet when you leave that town, as a testimony against them.”
6 STV ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ BSB BSB: So they set out and went from village to village, preaching the gospel and healing people everywhere.
7 STV Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ νεκρῶν BSB BSB: When Herod the tetrarch heard about all that was happening, he was perplexed. For some were saying that John had risen from the dead,
8 STV ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης εἷς τῶν ἀρχαίων ἀνέστη BSB BSB: others that Elijah had appeared, and still others that a prophet of old had arisen.
9 STV καὶ εἶπεν ὁ Ἡρῴδης Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δὲ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν BSB BSB: “I beheaded John,” Herod said, “but who is this man I hear such things about?” And he kept trying to see Jesus.
10 STV Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά BSB BSB: Then the apostles returned and reported to Jesus all that they had done. Taking them away privately, He withdrew to a town called Bethsaida.
11 STV οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο BSB BSB: But the crowds found out and followed Him. He welcomed them and spoke to them about the kingdom of God, and He healed those who needed healing.
12 STV Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ Ἀπόλυσον τὸν ὄχλον ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοῦς ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν BSB BSB: As the day neared its end, the Twelve came to Jesus and said, “Dismiss the crowd so they can go to the surrounding villages and countryside for lodging and provisions. For we are in a desolate place here.”
13 STV εἶπεν δὲ πρὸς αὐτούς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν οἱ δὲ εἶπον, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ δύο ἰχθύες εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα BSB BSB: But Jesus told them, “You give them something to eat.” “We have only five loaves of bread and two fish,” they answered, “unless we go and buy food for all these people.”
14 STV ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα BSB BSB: (There were about five thousand men.) He told His disciples, “Have them sit down in groups of about fifty each.”
15 STV καὶ ἐποίησαν οὕτως καὶ ἀνέκλιναν ἅπαντας BSB BSB: They did so, and everyone was seated.
16 STV λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ BSB BSB: Taking the five loaves and the two fish and looking up to heaven, Jesus spoke a blessing and broke them. Then He gave them to the disciples to set before the people.
17 STV καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα BSB BSB: They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.
18 STV Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι BSB BSB: One day as Jesus was praying in private and the disciples were with Him, He questioned them: “Who do the crowds say I am?”
19 STV οἱ δὲ ἀποκριθέντες εἶπον, Ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη BSB BSB: They replied, “Some say John the Baptist; others say Elijah; and still others, that a prophet of old has arisen.”
20 STV εἶπεν δὲ αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν Τὸν Χριστὸν τοῦ θεοῦ BSB BSB: “But what about you?” Jesus asked. “Who do you say I am?” Peter answered, “The Christ of God.”
21 STV Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ εἰπεῖν τοῦτο BSB BSB: Jesus strictly warned them not to tell this to anyone.
22 STV εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι BSB BSB: “The Son of Man must suffer many things,” He said. “He must be rejected by the elders, chief priests, and scribes, and He must be killed and on the third day be raised to life.”
23 STV Ἔλεγεν δὲ πρὸς πάντας Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν καὶ ἀκολουθείτω μοι BSB BSB: Then Jesus said to all of them, “If anyone wants to come after Me, he must deny himself and take up his cross daily and follow Me.
24 STV ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν BSB BSB: For whoever wants to save his life will lose it, but whoever loses his life for My sake will save it.
25 STV τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς BSB BSB: What does it profit a man to gain the whole world, yet lose or forfeit his very self?
26 STV ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων BSB BSB: If anyone is ashamed of Me and My words, the Son of Man will be ashamed of him when He comes in His glory and in the glory of the Father and of the holy angels.
27 STV λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἳ οὐ μὴ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ BSB BSB: But I tell you truly, some who are standing here will not taste death before they see the kingdom of God.”
28 STV Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι BSB BSB: About eight days after Jesus had said these things, He took with Him Peter, John, and James, and went up on a mountain to pray.
29 STV καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων BSB BSB: And as He was praying, the appearance of His face changed, and His clothes became radiantly white.
30 STV καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας BSB BSB: Suddenly two men, Moses and Elijah, began talking with Jesus.
31 STV οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν ἐν Ἰερουσαλήμ BSB BSB: They appeared in glory and spoke about His departure, which He was about to accomplish at Jerusalem.
32 STV ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ BSB BSB: Meanwhile Peter and his companions were overcome by sleep, but when they awoke, they saw Jesus’ glory and the two men standing with Him.
33 STV καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν Ἐπιστάτα καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς μίαν σοὶ καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ μὴ εἰδὼς ὃ λέγει BSB BSB: As Moses and Elijah were leaving, Peter said to Jesus, “Master, it is good for us to be here. Let us put up three shelters—one for You, one for Moses, and one for Elijah.” (He did not know what he was saying.)
34 STV ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην BSB BSB: While Peter was speaking, a cloud appeared and enveloped them, and they were afraid as they entered the cloud.
35 STV καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε BSB BSB: And a voice came from the cloud, saying, “This is My Son, whom I have chosen. Listen to Him!”
36 STV καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακασιν BSB BSB: After the voice had spoken, only Jesus was present with them. The disciples kept this to themselves, and in those days they did not tell anyone what they had seen.
37 STV Ἐγένετο δὲ ἕν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς BSB BSB: The next day, when they came down from the mountain, Jesus was met by a large crowd.
38 STV καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησεν λέγων, Διδάσκαλε δέομαί σου ἐπιβλέψον ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής ἐστιν μοί BSB BSB: Suddenly a man in the crowd cried out, “Teacher, I beg You to look at my son, for he is my only child.
39 STV καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν· BSB BSB: A spirit keeps seizing him, and he screams abruptly. It throws him into convulsions so that he foams at the mouth. It keeps mauling him and rarely departs from him.
40 STV καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν BSB BSB: I begged Your disciples to drive it out, but they were unable.”
41 STV ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν προσάγαγε ὧδε τὸν υἱόν σου BSB BSB: “O unbelieving and perverse generation!” Jesus replied. “How long must I remain with you and put up with you? Bring your son here.”
42 STV ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ BSB BSB: Even while the boy was approaching, the demon slammed him to the ground in a convulsion. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
43 STV ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ BSB BSB: And they were all astonished at the greatness of God. While everyone was marveling at all that Jesus was doing, He said to His disciples,
44 STV Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων BSB BSB: “Let these words sink into your ears: The Son of Man is about to be delivered into the hands of men.”
45 STV οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου BSB BSB: But they did not understand this statement. It was veiled from them so that they could not comprehend it, and they were afraid to ask Him about it.
46 STV Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν BSB BSB: Then an argument started among the disciples as to which of them would be the greatest.
47 STV ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίου, ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ BSB BSB: But Jesus, knowing the thoughts of their hearts, had a little child stand beside Him.
48 STV καὶ εἶπεν αὐτοῖς Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐσται μέγας BSB BSB: And He said to them, “Whoever welcomes this little child in My name welcomes Me, and whoever welcomes Me welcomes the One who sent Me. For whoever is the least among all of you, he is the greatest.”
49 STV Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν Ἐπιστάτα εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα τά δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν BSB BSB: “Master,” said John, “we saw someone driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.”
50 STV καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἰησοῦς Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν BSB BSB: “Do not stop him,” Jesus replied, “for whoever is not against you is for you.”
52 STV καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡστε ἑτοιμάσαι αὐτῷ· BSB BSB: He sent messengers on ahead, who went into a village of the Samaritans to make arrangements for Him.
53 STV καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ BSB BSB: But the people there refused to welcome Him, because He was heading for Jerusalem.
55 STV στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς· BSB BSB: But Jesus turned and rebuked them.
56 STV ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, αλλα σῶσαι καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην BSB BSB: And He and His disciples went on to another village.
57 STV Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ Κύριε BSB BSB: As they were walking along the road, someone said to Jesus, “I will follow You wherever You go.”
58 STV καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ BSB BSB: Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.”
59 STV Εἶπεν δὲ πρὸς ἕτερον Ἀκολούθει μοι ὁ δὲ εἶπεν Κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου BSB BSB: Then He said to another man, “Follow Me.” The man replied, “Lord, first let me go and bury my father.”
60 STV εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ BSB BSB: But Jesus told him, “Let the dead bury their own dead. You, however, go and proclaim the kingdom of God.”
61 STV Εἶπεν δὲ καὶ ἕτερος Ἀκολουθήσω σοι κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου BSB BSB: Still another said, “I will follow You, Lord; but first let me bid farewell to my family.”
62 STV εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ BSB BSB: Then Jesus declared, “No one who puts his hand to the plow and then looks back is fit for the kingdom of God.”