1 STV Κακεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς BSB BSB: Then Jesus left that place and went into the region of Judea, beyond the Jordan. Again the crowds came to Him and He taught them, as was His custom.
2 STV καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτησαν αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν BSB BSB: Some Pharisees came to test Him. “Is it lawful for a man to divorce his wife?” they inquired.
3 STV ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Τί ὑμῖν ἐνετείλατο Μωσῆς BSB BSB: “What did Moses command you?” He replied.
4 STV οἱ δὲ εἶπον, Μωσῆς Ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι BSB BSB: They answered, “Moses permitted a man to write his wife a certificate of divorce and send her away.”
5 STV Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην BSB BSB: But Jesus told them, “Moses wrote this commandment for you because of your hardness of heart.
6 STV ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός BSB BSB: However, from the beginning of creation, ‘God made them male and female.’
7 STV ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ BSB BSB: ‘For this reason a man will leave his father and mother and be united to his wife,
8 STV καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ BSB BSB: and the two will become one flesh.’ So they are no longer two, but one flesh.
9 STV ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω BSB BSB: Therefore what God has joined together, let man not separate.”
10 STV Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν BSB BSB: When they were back inside the house, the disciples asked Jesus about this matter.
11 STV καὶ λέγει αὐτοῖς Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν· BSB BSB: So He told them, “Whoever divorces his wife and marries another woman commits adultery against her.
12 STV καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῆ ἄλλῳ, μοιχᾶται BSB BSB: And if a woman divorces her husband and marries another man, she commits adultery.”
13 STV Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν BSB BSB: Now people were bringing the little children to Jesus for Him to place His hands on them, and the disciples rebuked those who brought them.
14 STV ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ BSB BSB: But when Jesus saw this, He was indignant and told them, “Let the little children come to Me, and do not hinder them! For the kingdom of God belongs to such as these.
15 STV ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν BSB BSB: Truly I tell you, anyone who does not receive the kingdom of God like a little child will never enter it.”
16 STV καὶ ἐναγκαλισάμενος αὐτὰ τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά ηὐλόγει αὐτὰ, BSB BSB: And He took the children in His arms, placed His hands on them, and blessed them.
17 STV Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω BSB BSB: As Jesus started on His way, a man ran up and knelt before Him. “Good Teacher,” he asked, “what must I do to inherit eternal life?”
18 STV ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός BSB BSB: “Why do you call Me good?” Jesus replied. “No one is good except God alone.
19 STV τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Μὴ ἀποστερήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα BSB BSB: You know the commandments: ‘Do not murder, do not commit adultery, do not steal, do not bear false witness, do not cheat others, honor your father and mother.’”
20 STV ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ Διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου BSB BSB: “Teacher,” he replied, “all these I have kept from my youth.”
21 STV ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ἕν σοί ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι ἄρας τὸν σταυρόν BSB BSB: Jesus looked at him, loved him, and said to him, “There is one thing you lack: Go, sell everything you own and give to the poor, and you will have treasure in heaven. Then come, follow Me.”
22 STV ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά BSB BSB: But the man was saddened by these words and went away in sorrow, because he had great wealth.
23 STV Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται BSB BSB: Then Jesus looked around and said to His disciples, “How hard it is for the rich to enter the kingdom of God!”
24 STV οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς Τέκνα πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· BSB BSB: And the disciples were amazed at His words. But Jesus said to them again, “Children, how hard it is to enter the kingdom of God!
25 STV εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν BSB BSB: It is easier for a camel to pass through the eye of a needle than for a rich man to enter the kingdom of God.”
26 STV οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς Καὶ τίς δύναται σωθῆναι BSB BSB: They were even more astonished and said to one another, “Who then can be saved?”
27 STV ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ τῷ θεῷ· πάντα γὰρ δυνατὰ ἐστίν παρὰ τῷ θεῷ BSB BSB: Jesus looked at them and said, “With man this is impossible, but not with God. For all things are possible with God.”
28 STV καὶ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι BSB BSB: Peter began to say to Him, “Look, we have left everything and followed You.”
29 STV ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα, ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου BSB BSB: “Truly I tell you,” Jesus replied, “no one who has left home or brothers or sisters or mother or father or children or fields for My sake and for the gospel
30 STV ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον BSB BSB: will fail to receive a hundredfold in the present age—houses and brothers and sisters and mothers and children and fields, along with persecutions—and in the age to come, eternal life.
31 STV πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι BSB BSB: But many who are first will be last, and the last will be first.”
32 STV Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς καὶ ἐθαμβοῦντο καὶ ἀκολουθοῦντες ἐφοβοῦντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν BSB BSB: As they were going up the road to Jerusalem, Jesus was walking ahead of them. The disciples were amazed, but those who followed were afraid. Again Jesus took the Twelve aside and began to tell them what was going to happen to Him:
33 STV ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν BSB BSB: “Look, we are going up to Jerusalem, and the Son of Man will be delivered over to the chief priests and scribes. They will condemn Him to death and will deliver Him over to the Gentiles,
34 STV καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται BSB BSB: who will mock Him and spit on Him and flog Him and kill Him. And after three days He will rise again.”
35 STV Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες Διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ποιήσῃς ἡμῖν BSB BSB: Then James and John, the sons of Zebedee, came to Jesus and declared, “Teacher, we want You to do for us whatever we ask.”
36 STV ὁ δὲ εἶπεν αὐτοῖς Τί θέλετέ ποιήσαι με ὑμῖν BSB BSB: “What do you want Me to do for you?” He inquired.
37 STV οἱ δὲ εἶπον αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμῶν σου καθίσωμεν ἐν τῇ δόξῃ σου BSB BSB: They answered, “Grant that one of us may sit at Your right hand and the other at Your left in Your glory.”
38 STV ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω καί τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι BSB BSB: “You do not know what you are asking,” Jesus replied. “Can you drink the cup I will drink, or be baptized with the baptism I will undergo?”
39 STV οἱ δὲ εἶπον αὐτῷ Δυνάμεθα ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε BSB BSB: “We can,” the brothers answered. “You will drink the cup that I drink,” Jesus said, “and you will be baptized with the baptism that I undergo.
40 STV τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται BSB BSB: But to sit at My right or left is not Mine to grant. These seats belong to those for whom they have been prepared.”
41 STV Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου BSB BSB: When the ten heard about this, they became indignant with James and John.
42 STV ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν BSB BSB: So Jesus called them together and said, “You know that those regarded as rulers of the Gentiles lord it over them, and their superiors exercise authority over them.
43 STV οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἐσται διάκονος ὑμῶν BSB BSB: But it shall not be this way among you. Instead, whoever wants to become great among you must be your servant,
44 STV καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος· BSB BSB: and whoever wants to be first must be the slave of all.
46 STV Καὶ ἔρχονται εἰς Ἰεριχώ καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδόν προσαιτῶν BSB BSB: Next, they came to Jericho. And as Jesus and His disciples were leaving Jericho with a large crowd, a blind beggar named Bartimaeus, the son of Timaeus, was sitting beside the road.
47 STV καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖος ἐστιν ἤρξατο κράζειν καὶ λέγειν ὁ ὑιὸς Δαβὶδ Ἰησοῦ ἐλέησόν με BSB BSB: When he heard that it was Jesus of Nazareth, he began to cry out, “Jesus, Son of David, have mercy on me!”
48 STV καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαβίδ, ἐλέησόν με BSB BSB: Many people admonished him to be silent, but he cried out all the louder, “Son of David, have mercy on me!”
49 STV καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτόν Φωνηθῆναι· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει ἔγειραι, φωνεῖ σε BSB BSB: Jesus stopped and said, “Call him.” So they called the blind man. “Take courage!” they said. “Get up! He is calling for you.”
50 STV ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθεν πρὸς τὸν Ἰησοῦν BSB BSB: Throwing off his cloak, Bartimaeus jumped up and came to Jesus.
51 STV καὶ ἀποκριθεὶς λὲγει αὐτῷ ὁ Ἰησοῦς Τί θέλεις ποιήσω σοι ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ Ῥαββονί ἵνα ἀναβλέψω BSB BSB: “What do you want Me to do for you?” Jesus asked. “Rabboni,” said the blind man, “let me see again.”
52 STV ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὲως ἀνέβλεψεν καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ BSB BSB: “Go,” said Jesus, “your faith has healed you.” And immediately he received his sight and followed Jesus along the road.