1 STV Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· BSB BSB: Now the Passover and the Feast of Unleavened Bread were two days away, and the chief priests and scribes were looking for a covert way to arrest Jesus and kill Him.
2 STV ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ μήποτε θόρυβος ἔσται τοῦ λαοῦ BSB BSB: “But not during the feast,” they said, “or there may be a riot among the people.”
3 STV Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς Καὶ συντρίψασα τό ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς BSB BSB: While Jesus was in Bethany reclining at the table in the home of Simon the Leper, a woman came with an alabaster jar of expensive perfume, made of pure nard. She broke open the jar and poured it on Jesus’ head.
4 STV ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν BSB BSB: Some of those present, however, expressed their indignation to one another: “Why this waste of perfume?
5 STV ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ BSB BSB: It could have been sold for over three hundred denarii and the money given to the poor.” And they scolded her.
6 STV ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ BSB BSB: But Jesus said, “Leave her alone; why are you bothering her? She has done a beautiful deed to Me.
7 STV πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτούς εὖ ποιῆσαι ἐμὲ δὲ οὐ πάντοτε ἔχετε BSB BSB: The poor you will always have with you, and you can help them whenever you want. But you will not always have Me.
8 STV ὃ εἶχεν αὕτη ἐποίησεν· προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν BSB BSB: She has done what she could to anoint My body in advance of My burial.
9 STV ἀμὴν λέγω ὑμῖν ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς BSB BSB: And truly I tell you, wherever the gospel is preached in all the world, what she has done will also be told in memory of her.”
10 STV Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς BSB BSB: Then Judas Iscariot, one of the Twelve, went to the chief priests to betray Jesus to them.
11 STV οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ BSB BSB: They were delighted to hear this, and they promised to give him money. So Judas began to look for an opportunity to betray Jesus.
12 STV Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων ὅτε τὸ πάσχα ἔθυον λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα BSB BSB: On the first day of the Feast of Unleavened Bread, when the Passover lamb was to be sacrificed, Jesus’ disciples asked Him, “Where do You want us to prepare for You to eat the Passover?”
13 STV καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ BSB BSB: So He sent two of His disciples and told them, “Go into the city, and a man carrying a jug of water will meet you. Follow him,
14 STV καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει Ποῦ ἐστιν τὸ κατάλυμά ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω BSB BSB: and whichever house he enters, say to the owner, ‘The Teacher asks: Where is My guest room, where I may eat the Passover with My disciples?’
15 STV καὶ αὐτὸς ὑμῖν δείξει ἀνὼγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν BSB BSB: And he will show you a large upper room, furnished and ready. Make preparations for us there.”
16 STV καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα BSB BSB: So the disciples left and went into the city, where they found everything as Jesus had described. And they prepared the Passover.
17 STV Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα BSB BSB: When evening came, Jesus arrived with the Twelve.
18 STV καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ BSB BSB: And while they were reclining and eating, Jesus said, “Truly I tell you, one of you who is eating with Me will betray Me.”
19 STV οἵ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ εἷς Μήτι ἐγώ καὶ ἄλλος, μήτι ἐγώ BSB BSB: They began to be grieved and to ask Him one after another, “Surely not I?”
20 STV ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Εἷς ἐκ τῶν δώδεκα ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον BSB BSB: He answered, “It is one of the Twelve—the one who is dipping his hand into the bowl with Me.
21 STV ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος BSB BSB: The Son of Man will go just as it is written about Him, but woe to that man by whom He is betrayed! It would be better for him if he had not been born.”
22 STV Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν Λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου BSB BSB: While they were eating, Jesus took bread, spoke a blessing and broke it, and gave it to the disciples, saying, “Take it; this is My body.”
23 STV καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς καὶ ἔπιον ἐξ αὐτοῦ πάντες BSB BSB: Then He took the cup, gave thanks, and gave it to them, and they all drank from it.
24 STV καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον BSB BSB: He said to them, “This is My blood of the covenant, which is poured out for many.
25 STV ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ BSB BSB: Truly I tell you, I will no longer drink of the fruit of the vine until that day when I drink it anew in the kingdom of God.”
26 STV Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν BSB BSB: And when they had sung a hymn, they went out to the Mount of Olives.
27 STV Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτη, ὅτι γέγραπται Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα BSB BSB: Then Jesus said to them, “You will all fall away, for it is written: ‘I will strike the Shepherd, and the sheep will be scattered.’
28 STV ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν BSB BSB: But after I have risen, I will go ahead of you into Galilee.”
29 STV ὁ δὲ Πέτρος ἔφη αὐτῷ καὶ Εἰ πάντες σκανδαλισθήσονται ἀλλ’ οὐκ ἐγώ BSB BSB: Peter declared, “Even if all fall away, I never will.”
30 STV καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ἀπαρνήσῃ με BSB BSB: “Truly I tell you,” Jesus replied, “this very night, before the rooster crows twice, you will deny Me three times.”
31 STV ὁ δὲ ἐκ περισσοῦ ἔλεγεν μᾶλλον, Ἐὰν με δέῃ συναποθανεῖν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάντες ἔλεγον BSB BSB: But Peter kept insisting, “Even if I have to die with You, I will never deny You.” And all the others said the same thing.
33 STV καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μεθ’’ ἑαυτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν BSB BSB: He took with Him Peter, James, and John, and began to be deeply troubled and distressed.
34 STV καὶ λέγει αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε BSB BSB: Then He said to them, “My soul is consumed with sorrow to the point of death. Stay here and keep watch.”
35 STV καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα BSB BSB: Going a little farther, He fell to the ground and prayed that, if it were possible, the hour would pass from Him.
37 STV καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι BSB BSB: Then Jesus returned and found them sleeping. “Simon, are you asleep?” He asked. “Were you not able to keep watch for one hour?
38 STV γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής BSB BSB: Watch and pray so that you will not enter into temptation. For the spirit is willing, but the body is weak.”
39 STV καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών BSB BSB: Again He went away and prayed, saying the same thing.
40 STV καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρήμενοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν BSB BSB: And again Jesus returned and found them sleeping, for their eyes were heavy. And they did not know what to answer Him.
41 STV καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἀπέχει, ἦλθεν ἡ ὥρα ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν BSB BSB: When Jesus returned the third time, He said, “Are you still sleeping and resting? That is enough! The hour has come. Look, the Son of Man is betrayed into the hands of sinners.
42 STV ἐγείρεσθε ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικεν BSB BSB: Rise, let us go. See, My betrayer is approaching!”
43 STV Καὶ εὐθὲως, ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς ὢν τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων BSB BSB: While Jesus was still speaking, Judas, one of the Twelve, arrived, accompanied by a crowd armed with swords and clubs, sent from the chief priests, scribes, and elders.
44 STV δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς BSB BSB: Now the betrayer had arranged a signal with them: “The One I kiss is the man; arrest Him and lead Him away securely.”
45 STV καὶ ἐλθὼν εὐθὲως προσελθὼν αὐτῷ λέγει Ῥαββί Ῥαββί καὶ κατεφίλησεν αὐτόν· BSB BSB: Going directly to Jesus, he said, “Rabbi!” and kissed Him.
46 STV οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτόν τὰς χεῖρας αὑτῶν, καὶ ἐκράτησαν αὐτὸν BSB BSB: Then the men seized Jesus and arrested Him.
47 STV εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον BSB BSB: And one of the bystanders drew his sword and struck the servant of the high priest, cutting off his ear.
48 STV καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με BSB BSB: Jesus asked the crowd, “Have you come out with swords and clubs to arrest Me as you would an outlaw?
49 STV καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί BSB BSB: Every day I was with you, teaching in the temple courts, and you did not arrest Me. But this has happened that the Scriptures would be fulfilled.”
50 STV καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον BSB BSB: Then everyone deserted Him and fled.
51 STV Καὶ εἰς τις νεανίσκος ἠκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ καὶ κρατοῦσιν αὐτόν· οἱ νεανίσκοι· BSB BSB: One young man who had been following Jesus was wearing a linen cloth around his body. They caught hold of him,
52 STV ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν BSB BSB: but he pulled free of the linen cloth and ran away naked.
53 STV Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς BSB BSB: They led Jesus away to the high priest, and all the chief priests, elders, and scribes assembled.
54 STV καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς BSB BSB: Peter followed Him at a distance, right into the courtyard of the high priest. And he sat with the officers and warmed himself by the fire.
55 STV οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν καὶ οὐχ εὕρισκον BSB BSB: Now the chief priests and the whole Sanhedrin were seeking testimony against Jesus to put Him to death, but they did not find any.
56 STV πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν BSB BSB: For many bore false witness against Jesus, but their testimony was inconsistent.
57 STV καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες BSB BSB: Then some men stood up and testified falsely against Him:
58 STV ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω BSB BSB: “We heard Him say, ‘I will destroy this man-made temple, and in three days I will build another that is made without hands.’”
59 STV καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν BSB BSB: But even their testimony was inconsistent.
62 STV ὁ δὲ Ἰησοῦς εἶπεν Ἐγώ εἰμι καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ BSB BSB: “I am,” said Jesus, “and you will see the Son of Man sitting at the right hand of Power and coming with the clouds of heaven.”
63 STV ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει Τί ἔτι χρείαν ἔχομεν μαρτύρων BSB BSB: At this, the high priest tore his clothes and declared, “Why do we need any more witnesses?
64 STV ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου BSB BSB: You have heard the blasphemy. What is your verdict?” And they all condemned Him as deserving of death.
65 STV Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ Προφήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον BSB BSB: Then some of them began to spit on Him. They blindfolded Him, struck Him with their fists, and said to Him, “Prophesy!” And the officers received Him with slaps in His face.
66 STV Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως BSB BSB: While Peter was in the courtyard below, one of the servant girls of the high priest came down
67 STV καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα BSB BSB: and saw him warming himself there. She looked at Peter and said, “You also were with Jesus the Nazarene.”
68 STV ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα οὐδέ ἐπίσταμαι τί σὺ λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν BSB BSB: But he denied it. “I do not know or even understand what you are talking about,” he said. Then he went out to the gateway, and the rooster crowed.
69 STV καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν, ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν BSB BSB: There the servant girl saw him and again said to those standing nearby, “This man is one of them.”
70 STV ὁ δὲ πάλιν ἠρνεῖτο καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει BSB BSB: But he denied it again. After a little while, those standing nearby said once more to Peter, “Surely you are one of them, for you too are a Galilean.”
71 STV ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε BSB BSB: But he began to curse and swear, “I do not know this man of whom you speak!”
72 STV καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος οὖ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιεν BSB BSB: And immediately the rooster crowed a second time. Then Peter remembered the word that Jesus had spoken to him: “Before the rooster crows twice, you will deny Me three times.” And he broke down and wept.