1 STV Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν BSB BSB: At that time Jesus went through the grainfields on the Sabbath. His disciples were hungry and began to pick the heads of grain and eat them.
2 STV οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ BSB BSB: When the Pharisees saw this, they said to Him, “Look, Your disciples are doing what is unlawful on the Sabbath.”
4 STV πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν ὃυς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις BSB BSB: He entered the house of God, and he and his companions ate the consecrated bread, which was not lawful for them to eat, but only for the priests.
5 STV ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν BSB BSB: Or haven’t you read in the Law that on the Sabbath the priests in the temple break the Sabbath and yet are innocent?
6 STV λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστιν ὧδε BSB BSB: But I tell you that One greater than the temple is here.
7 STV εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους BSB BSB: If only you had known the meaning of ‘I desire mercy, not sacrifice,’ you would not have condemned the innocent.
8 STV κύριος γάρ ἐστιν καί τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου BSB BSB: For the Son of Man is Lord of the Sabbath.”
9 STV Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· BSB BSB: Moving on from there, Jesus entered their synagogue,
10 STV καὶ ἰδού, ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν ἵνα κατηγορήσωσιν αὐτοῦ BSB BSB: and a man with a withered hand was there. In order to accuse Jesus, they asked Him, “Is it lawful to heal on the Sabbath?”
11 STV ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; BSB BSB: He replied, “If one of you has a sheep and it falls into a pit on the Sabbath, will he not take hold of it and lift it out?
12 STV πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν BSB BSB: How much more valuable is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath.”
13 STV τότε λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη BSB BSB: Then Jesus said to the man, “Stretch out your hand.” So he stretched it out, and it was restored to full use, just like the other.
14 STV οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ἐξελθόντες ὅπως αὐτὸν ἀπολέσωσιν BSB BSB: But the Pharisees went out and plotted how they might kill Jesus.
15 STV Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς πάντας BSB BSB: Aware of this, Jesus withdrew from that place. Large crowds followed Him, and He healed them all,
16 STV καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν BSB BSB: warning them not to make Him known.
18 STV Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ BSB BSB: “Here is My Servant, whom I have chosen, My beloved, in whom My soul delights. I will put My Spirit on Him, and He will proclaim justice to the nations.
19 STV οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ BSB BSB: He will not quarrel or cry out; no one will hear His voice in the streets.
20 STV κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν BSB BSB: A bruised reed He will not break, and a smoldering wick He will not extinguish, till He leads justice to victory.
21 STV καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν BSB BSB: In His name the nations will put their hope.”
22 STV Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν BSB BSB: Then a demon-possessed man who was blind and mute was brought to Jesus, and He healed the man so that he could speak and see.
23 STV καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβίδ BSB BSB: The crowds were astounded and asked, “Could this be the Son of David?”
24 STV οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων BSB BSB: But when the Pharisees heard this, they said, “Only by Beelzebul, the prince of demons, does this man drive out demons.”
25 STV εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς ἐρημοῦται καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς οὐ σταθήσεται BSB BSB: Knowing their thoughts, Jesus said to them, “Every kingdom divided against itself will be laid waste, and every city or household divided against itself will not stand.
26 STV καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει ἐφ’ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ BSB BSB: If Satan drives out Satan, he is divided against himself. How then can his kingdom stand?
27 STV καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταὶ BSB BSB: And if I drive out demons by Beelzebul, by whom do your sons drive them out? So then, they will be your judges.
28 STV εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ BSB BSB: But if I drive out demons by the Spirit of God, then the kingdom of God has come upon you.
29 STV ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει BSB BSB: Or again, how can anyone enter a strong man’s house and steal his possessions, unless he first ties up the strong man? Then he can plunder his house.
30 STV ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει BSB BSB: He who is not with Me is against Me, and he who does not gather with Me scatters.
31 STV Διὰ τοῦτο λέγω ὑμῖν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις· BSB BSB: Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven.
32 STV καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι BSB BSB: Whoever speaks a word against the Son of Man will be forgiven, but whoever speaks against the Holy Spirit will not be forgiven, either in this age or in the one to come.
33 STV Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται BSB BSB: Make a tree good and its fruit will be good, or make a tree bad and its fruit will be bad, for a tree is known by its fruit.
34 STV γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ BSB BSB: You brood of vipers, how can you who are evil say anything good? For out of the overflow of the heart the mouth speaks.
35 STV ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τά ἀγαθά καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά BSB BSB: The good man brings good things out of his good store of treasure, and the evil man brings evil things out of his evil store of treasure.
36 STV λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· BSB BSB: But I tell you that men will give an account on the day of judgment for every careless word they have spoken.
37 STV ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ BSB BSB: For by your words you will be acquitted, and by your words you will be condemned.”
40 STV ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας BSB BSB: For as Jonah was three days and three nights in the belly of the great fish, so the Son of Man will be three days and three nights in the heart of the earth.
41 STV ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε BSB BSB: The men of Nineveh will stand at the judgment with this generation and condemn it; for they repented at the preaching of Jonah, and now One greater than Jonah is here.
42 STV βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος· καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε BSB BSB: The Queen of the South will rise at the judgment with this generation and condemn it; for she came from the ends of the earth to hear the wisdom of Solomon, and now One greater than Solomon is here.
43 STV Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει BSB BSB: When an unclean spirit comes out of a man, it passes through arid places seeking rest and does not find it.
44 STV τότε λέγει ἐπιστρέψω Εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον BSB BSB: Then it says, ‘I will return to the house I left.’ On its return, it finds the house vacant, swept clean, and put in order.
45 STV τότε πορεύεται καὶ παραλαμβάνει μεθ’’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ BSB BSB: Then it goes and brings with it seven other spirits more wicked than itself, and they go in and dwell there. And the final plight of that man is worse than the first. So will it be with this wicked generation.”
46 STV Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι BSB BSB: While Jesus was still speaking to the crowds, His mother and brothers stood outside, wanting to speak to Him.
47 STV εἶπεν δέ τις αὐτῷ Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι BSB BSB: Someone told Him, “Look, Your mother and brothers are standing outside, wanting to speak to You.”
48 STV ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ εἰπόντι αὐτῷ, Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; BSB BSB: But Jesus replied, “Who is My mother, and who are My brothers?”
49 STV καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου BSB BSB: Pointing to His disciples, He said, “Here are My mother and My brothers.
50 STV ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν BSB BSB: For whoever does the will of My Father in heaven is My brother and sister and mother.”