1 STV Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου BSB BSB: When Jesus had finished saying these things, He left Galilee and went into the region of Judea beyond the Jordan.
2 STV καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ BSB BSB: Large crowds followed Him, and He healed them there.
3 STV Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν BSB BSB: Then some Pharisees came and tested Him by asking, “Is it lawful for a man to divorce his wife for any reason?”
5 STV καὶ εἶπεν ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν BSB BSB: and said, ‘For this reason a man will leave his father and mother and be united to his wife, and the two will become one flesh’?
6 STV ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω BSB BSB: So they are no longer two, but one flesh. Therefore what God has joined together, let man not separate.”
7 STV λέγουσιν αὐτῷ Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν BSB BSB: “Why then,” they asked, “did Moses order a man to give his wife a certificate of divorce and send her away?”
9 STV λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ εἰ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται BSB BSB: Now I tell you that whoever divorces his wife, except for sexual immorality, and marries another woman commits adultery.”
11 STV ὁ δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται BSB BSB: “Not everyone can accept this word,” He replied, “but only those to whom it has been given.
13 STV Τότε προσηνέχθη αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς BSB BSB: Then little children were brought to Jesus for Him to place His hands on them and pray for them. And the disciples rebuked those who brought them.
14 STV ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν BSB BSB: But Jesus said, “Let the little children come to Me, and do not hinder them! For the kingdom of heaven belongs to such as these.”
15 STV καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν BSB BSB: And after He had placed His hands on them, He went on from there.
16 STV Καὶ ἰδού, εἷς προσελθὼν εἶπεν αὐτῷ Διδάσκαλε ἀγαθε, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον BSB BSB: Just then a man came up to Jesus and inquired, “Teacher, what good thing must I do to obtain eternal life?”
17 STV ὁ δὲ εἰπεν αὐτῷ Τί με λέγεις ἀγαθον οὐδεὶς ἀγαθός· εἰ μὴ εἷς ὅ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν τήρησον τὰς ἐντολάς BSB BSB: “Why do you ask Me about what is good?” Jesus replied. “There is only One who is good. If you want to enter life, keep the commandments.”
18 STV λέγει αὐτῷ Ποίας ὁ δὲ Ἰησοῦς εἶπεν Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις BSB BSB: “Which ones?” the man asked. Jesus answered, “‘Do not murder, do not commit adultery, do not steal, do not bear false witness,
19 STV Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καί, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν BSB BSB: honor your father and mother, and love your neighbor as yourself.’”
20 STV λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ BSB BSB: “All these I have kept,” said the young man. “What do I still lack?”
21 STV ἔφη αὐτῷ ὁ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι BSB BSB: Jesus told him, “If you want to be perfect, go, sell your possessions and give to the poor, and you will have treasure in heaven. Then come, follow Me.”
22 STV ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά BSB BSB: When the young man heard this, he went away in sorrow, because he had great wealth.
23 STV Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν BSB BSB: Then Jesus said to His disciples, “Truly I tell you, it is hard for a rich man to enter the kingdom of heaven.
24 STV πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν BSB BSB: Again I tell you, it is easier for a camel to pass through the eye of a needle than for a rich man to enter the kingdom of God.”
25 STV ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; BSB BSB: When the disciples heard this, they were greatly astonished and asked, “Who then can be saved?”
26 STV ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ θεῷ πάντα δυνατά ἐστίν BSB BSB: Jesus looked at them and said, “With man this is impossible, but with God all things are possible.”
27 STV Τότε ἀποκριθεὶς ὁ Πέτρος εἰπεν αὐτῷ Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; BSB BSB: “Look,” Peter replied, “we have left everything to follow You. What then will there be for us?”
28 STV ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ BSB BSB: Jesus said to them, “Truly I tell you, in the renewal of all things, when the Son of Man sits on His glorious throne, you who have followed Me will also sit on twelve thrones, judging the twelve tribes of Israel.
29 STV καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκά ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει BSB BSB: And everyone who has left houses or brothers or sisters or father or mother or wife or children or fields for the sake of My name will receive a hundredfold and will inherit eternal life.
30 STV Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι BSB BSB: But many who are first will be last, and the last will be first.