1 STV Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ θεός δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ BSB BSB: This is the revelation of Jesus Christ, which God gave Him to show His servants what must soon come to pass. He made it known by sending His angel to His servant John,
2 STV ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα τε εἶδεν BSB BSB: who testifies to everything he saw. This is the word of God and the testimony of Jesus Christ.
3 STV μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα ὁ γὰρ καιρὸς ἐγγύς BSB BSB: Blessed is the one who reads aloud the words of this prophecy, and blessed are those who hear and obey what is written in it, because the time is near.
4 STV Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ BSB BSB: John, To the seven churches in the province of Asia: Grace and peace to you from Him who is and was and is to come, and from the seven spirits before His throne,
5 STV καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ ὁ μάρτυς ὁ πιστός ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς Τῷ ἀγαπήσαντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ BSB BSB: and from Jesus Christ, the faithful witness, the firstborn from the dead, and the ruler of the kings of the earth. To Him who loves us and has released us from our sins by His blood,
6 STV καὶ ἐποίησεν ἡμᾶς βασιλεῖς καὶ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν BSB BSB: who has made us to be a kingdom, priests to His God and Father—to Him be the glory and power forever and ever! Amen.
7 STV Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς ναί ἀμήν BSB BSB: Behold, He is coming with the clouds, and every eye will see Him—even those who pierced Him. And all the tribes of the earth will mourn because of Him. So shall it be! Amen.
8 STV Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω ἀρχὴ καὶ τέλος, λέγει ὁ κύριος ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ BSB BSB: “I am the Alpha and the Omega,” says the Lord God, who is and was and is to come—the Almighty.
9 STV Ἐγὼ Ἰωάννης ὁ καὶ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ Χριστοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ BSB BSB: I, John, your brother and partner in the tribulation and kingdom and perseverance that are in Jesus, was on the island of Patmos because of the word of God and my testimony about Jesus.
10 STV ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος BSB BSB: On the Lord’s day I was in the Spirit, and I heard behind me a loud voice like a trumpet,
11 STV λεγούσης Ἐγώ ἐιμι τὸ Α καὶ τὸ Ω, Ὃ πρῶτος καὶ ὁ ἔσχατος· καὶ ὁ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἐκκλησίαις ταῖς ἐν Ἀσίᾳ, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν BSB BSB: saying, “Write on a scroll what you see and send it to the seven churches: to Ephesus, Smyrna, Pergamum, Thyatira, Sardis, Philadelphia, and Laodicea.”
12 STV Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλησεν μετ’ ἐμοῦ καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς BSB BSB: Then I turned to see the voice that was speaking with me. And having turned, I saw seven golden lampstands,
13 STV καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον ὑιῷ ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν BSB BSB: and among the lampstands was One like the Son of Man, dressed in a long robe, with a golden sash around His chest.
14 STV ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡσει ἔριον λευκόν ὡς χιών καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός BSB BSB: The hair of His head was white like wool, as white as snow, and His eyes were like a blazing fire.
15 STV καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν BSB BSB: His feet were like polished bronze refined in a furnace, and His voice was like the roar of many waters.
16 STV καὶ ἔχων ἐν τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρας ἑπτά καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ BSB BSB: He held in His right hand seven stars, and a sharp double-edged sword came from His mouth. His face was like the sun shining at its brightest.
17 STV Καὶ ὅτε εἶδον αὐτόν ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός καὶ ἐπέθηκεν τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπ’ ἐμὲ λέγων, μοι, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος BSB BSB: When I saw Him, I fell at His feet like a dead man. But He placed His right hand on me and said, “Do not be afraid. I am the First and the Last,
18 STV καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς καὶ ἰδού, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν· καὶ ἔχω τὰς κλεῖς τοῦ ᾅδου καὶ τοῦ θανάτου BSB BSB: the Living One. I was dead, and behold, now I am alive forever and ever! And I hold the keys of Death and of Hades.
19 STV γράψον ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γινέσθαι μετὰ ταῦτα BSB BSB: Therefore write down the things you have seen, the things that are, and the things that will happen after this.
20 STV τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὦν εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν καὶ αἱ ἑπτὰ λυχνίαι ἅς εἶδες ἑπτὰ ἐκκλησίαι εἰσίν BSB BSB: This is the mystery of the seven stars you saw in My right hand and of the seven golden lampstands: The seven stars are the angels of the seven churches, and the seven lampstands are the seven churches.
Select verses for actions: Enter goes to them and Escape comes back.