1 STV Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα ὅτι τὸ ὄνομα ἔχεις ὅτι ζῇς καὶ νεκρὸς εἶ BSB BSB: “To the angel of the church in Sardis write: These are the words of the One who holds the seven spirits of God and the seven stars. I know your deeds; you have a reputation for being alive, yet you are dead.
2 STV γίνου γρηγορῶν καὶ στήριξον τὰ λοιπὰ ἃ μὲλλει ἀποθανεῖν οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ BSB BSB: Wake up and strengthen what remains, which is about to die; for I have found your deeds incomplete in the sight of My God.
3 STV μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον ἐὰν οὖν μὴ γρηγορήσῃς ἥξω ἐπὶ σέ ὡς κλέπτης καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σε BSB BSB: Remember, then, what you have received and heard. Keep it and repent. If you do not wake up, I will come like a thief, and you will not know the hour when I will come upon you.
4 STV ἔχεις ὀλίγα ὀνόματα καὶ ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν καὶ περιπατήσουσιν μετ’ ἐμοῦ ἐν λευκοῖς ὅτι ἄξιοί εἰσιν BSB BSB: But you do have a few people in Sardis who have not soiled their garments, and because they are worthy, they will walk with Me in white.
5 STV ὁ νικῶν οὕτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς καὶ ἐξομολογήσομαι τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ BSB BSB: Like them, he who overcomes will be dressed in white. And I will never blot out his name from the Book of Life, but I will confess his name before My Father and His angels.
6 STV ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.
7 STV Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος ὁ ἀληθινός ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει, καὶ κλείει καὶ οὐδεὶς ἀνοίγει· BSB BSB: To the angel of the church in Philadelphia write: These are the words of the One who is holy and true, who holds the key of David. What He opens no one can shut, and what He shuts no one can open.
8 STV Οἶδά σου τὰ ἔργα ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου BSB BSB: I know your deeds. Behold, I have placed before you an open door, which no one can shut. I know that you have only a little strength, yet you have kept My word and have not denied My name.
9 STV ἰδού, διδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξωσιν καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε BSB BSB: As for those who belong to the synagogue of Satan, who claim to be Jews but are liars instead, I will make them come and bow down at your feet, and they will know that I love you.
10 STV ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς BSB BSB: Because you have kept My command to persevere, I will also keep you from the hour of testing that is about to come upon the whole world, to test those who dwell on the earth.
11 STV ἰδού, ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου BSB BSB: I am coming soon. Hold fast to what you have, so that no one will take your crown.
12 STV ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου τῆς καινῆς Ἰερουσαλήμ ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου καὶ τὸ ὄνομά μου τὸ καινόν BSB BSB: The one who overcomes I will make a pillar in the temple of My God, and he will never again leave it. Upon him I will write the name of My God, and the name of the city of My God (the new Jerusalem that comes down out of heaven from My God), and My new name.
13 STV ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.
14 STV Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Λαοδικέων γράψον· Τάδε λέγει ὁ Ἀμήν ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· BSB BSB: To the angel of the church in Laodicea write: These are the words of the Amen, the faithful and true Witness, the Originator of God’s creation.
15 STV Οἶδά σου τὰ ἔργα ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός ὄφελον ψυχρὸς εἴης ἢ ζεστός BSB BSB: I know your deeds; you are neither cold nor hot. How I wish you were one or the other!
16 STV οὕτως ὅτι χλιαρὸς εἶ καὶ οὔτε ψυχρός οὔτε ζεστὸς μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου BSB BSB: So because you are lukewarm—neither hot nor cold—I am about to vomit you out of My mouth!
17 STV ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός BSB BSB: You say, ‘I am rich; I have grown wealthy and need nothing.’ But you do not realize that you are wretched, pitiful, poor, blind, and naked.
18 STV συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου καὶ κολλούριον ἐγχρῖσον τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς BSB BSB: I counsel you to buy from Me gold refined by fire so that you may become rich, white garments so that you may be clothed and your shameful nakedness not exposed, and salve to anoint your eyes so that you may see.
19 STV ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον BSB BSB: Those I love I rebuke and discipline. Therefore be earnest and repent.
20 STV ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ BSB BSB: Behold, I stand at the door and knock. If anyone hears My voice and opens the door, I will come in and dine with him, and he with Me.
22 STV ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.”
Select verses for actions: Enter goes to them and Escape comes back.