Opened
An initiative of The Kingdom Tribe (TKT)
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Exod
Exodus
36
LXX
BSB
A
a
Exodus 36
36
Exodus
The tabernacle
Septuagint
Moses
, person
Bezalel
, person
Oholiab
, person
Israel
, person
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ ἐποίησε Βεσελεήλ καὶ Ἐλιὰβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξε Κύριος.
BSB
BSB:
“So Bezalel, Oholiab, and every skilled person are to carry out everything commanded by the LORD, who has given them skill and ability to know how to perform all the work of constructing the sanctuary.”
2
LXX
καὶ ἐκάλεσε Μωυσῆς Βεσελεὴλ καὶ Ἐλιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ Θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα, ὥστε συντελεῖν αὐτά,
BSB
BSB:
Then Moses summoned Bezalel, Oholiab, and every skilled person whom the LORD had gifted—everyone whose heart stirred him to come and do the work.
3
LXX
καὶ ἔλαβον παρὰ Μωυσῆ πάντα τὰ ἀφαιρέματα, ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά, καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωΐ.
BSB
BSB:
They received from Moses all the contributions that the Israelites had brought to carry out the service of constructing the sanctuary. Meanwhile, the people continued to bring freewill offerings morning after morning,
4
LXX
καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον, ὃ εἰργάζοντο αὐτοί,
BSB
BSB:
so that all the skilled craftsmen who were doing all the work on the sanctuary left their work
5
LXX
καὶ εἶπαν πρὸς Μωυσῆν· ὅτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι.
BSB
BSB:
and said to Moses, “The people are bringing more than enough for doing the work the LORD has commanded us to do.”
6
LXX
καὶ προσέταξε Μωυσῆς καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων· ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν.
BSB
BSB:
After Moses had given an order, they sent a proclamation throughout the camp: “No man or woman should make anything else as an offering for the sanctuary.” So the people were restrained from bringing more,
7
LXX
καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.
BSB
BSB:
since what they already had was more than enough to perform all the work.
8
LXX
Καὶ ἐποίησε πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις (Κεφ. ΛΘ 1) τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. ΚΑΙ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας,
BSB
BSB:
All the skilled craftsmen among the workmen made the ten curtains for the tabernacle. They were made of finely spun linen, as well as blue, purple, and scarlet yarn, with cherubim skillfully worked into them.
9
LXX
ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς (τὸ αὐτὸ ἦν πάσαις) καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς.
BSB
BSB:
Each curtain was twenty-eight cubits long and four cubits wide; all the curtains were the same size.
10
LXX
καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ, ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·
BSB
BSB:
And he joined five of the curtains together, and the other five he joined as well.
11
LXX
ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ᾿ ἑαυτὸ
BSB
BSB:
He made loops of blue material on the edge of the end curtain in the first set, and also on the end curtain in the second set.
12
LXX
ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
He made fifty loops on one curtain and fifty loops on the end curtain of the second set, so that the loops lined up opposite one another.
13
LXX
οὗτος ἐποίησε καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς.
BSB
BSB:
He also made fifty gold clasps to join the curtains together, so that the tabernacle was a unit.
14
LXX
καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
He then made curtains of goat hair for the tent over the tabernacle—eleven curtains in all.
15
LXX
Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης·
BSB
BSB:
Each of the eleven curtains was the same size—thirty cubits long and four cubits wide.
16
LXX
τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος, διπλοῦν.
BSB
BSB:
He joined five of the curtains into one set and the other six into another.
17
LXX
καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς·
BSB
BSB:
He made fifty loops along the edge of the end curtain in the first set, and fifty loops along the edge of the corresponding curtain in the second set.
18
LXX
καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·
BSB
BSB:
He also made fifty bronze clasps to join the tent together as a unit.
19
LXX
καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·
BSB
BSB:
Additionally, he made for the tent a covering of ram skins dyed red, and over that a covering of fine leather.
20
LXX
καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ.
BSB
BSB:
Next, he constructed upright frames of acacia wood for the tabernacle.
21
LXX
καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν, ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος, εἰς τὰς δώδεκα φυλάς.
BSB
BSB:
Each frame was ten cubits long and a cubit and a half wide.
22
LXX
καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ·
BSB
BSB:
Two tenons were connected to each other for each frame. He made all the frames of the tabernacle in this way.
23
LXX
καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς
BSB
BSB:
He constructed twenty frames for the south side of the tabernacle,
24
LXX
καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ᾿ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου·
BSB
BSB:
with forty silver bases to put under the twenty frames—two bases for each frame, one under each tenon.
25
LXX
καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ᾿ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια
BSB
BSB:
For the second side of the tabernacle, the north side, he made twenty frames
26
LXX
καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον.
BSB
BSB:
and forty silver bases—two bases under each frame.
27
LXX
καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ᾿ ἄκρου τοῦ λογείου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν.
BSB
BSB:
He made six frames for the rear of the tabernacle, the west side,
28
LXX
καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπ᾿ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος.
BSB
BSB:
and two frames for the two back corners of the tabernacle,
29
LXX
καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ᾿ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
coupled together from bottom to top and fitted into a single ring. He made both corners in this way.
30
LXX
Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντόν, ὅλον ὑακίνθινον·
BSB
BSB:
So there were eight frames and sixteen silver bases—two under each frame.
31
LXX
τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διϋφασμένον συμπλεκτόν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον.
BSB
BSB:
He also made five crossbars of acacia wood for the frames on one side of the tabernacle,
32
LXX
καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ρόας ροΐσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης
BSB
BSB:
five for those on the other side, and five for those on the rear side of the tabernacle, to the west.
33
LXX
καὶ ἐποίησαν κώδωνας χρυσοῦς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ροΐσκων·
BSB
BSB:
He made the central crossbar to run through the center of the frames, from one end to the other.
34
LXX
κώδων χρυσοῦς καὶ ροΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
And he overlaid the frames with gold and made gold rings to hold the crossbars. He also overlaid the crossbars with gold.
35
LXX
καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου Χερουβίμ,
BSB
BSB:
Next, he made the veil of blue, purple, and scarlet yarn, and finely spun linen, with cherubim skillfully worked into it.
36
LXX
καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.
BSB
BSB:
He also made four posts of acacia wood for it and overlaid them with gold, along with gold hooks; and he cast four silver bases for the posts.
37
LXX
καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου Χερουβίμ,
BSB
BSB:
For the entrance to the tent, he made a curtain embroidered with blue, purple, and scarlet yarn, and finely spun linen,
38
LXX
καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους· καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ.
BSB
BSB:
together with five posts and their hooks. He overlaid the tops of the posts and their bands with gold, and their five bases were bronze.
Chapter complete
You’ve read Exodus 36
Chapter 36 of 40 in Exodus
Up next
Exodus 37
Read Exodus 37
Listen
Back to Exodus 35
Go deeper
Commentary
What the commentators say on Exodus 36
Ask Opened AI
Ask anything about Exodus 36
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Exodus 35
Exodus 36
Exodus 37