Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.36.0
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Ezek
Ezekiel
20
LXX
BSB
A
a
Ezekiel 20
20
Ezekiel
Judgment on Jerusalem
Septuagint
Israel
, person
Egypt
, place
Negeb
, place
Bamah
, place
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου.
BSB
BSB:
In the seventh year, on the tenth day of the fifth month, some of the elders of Israel came to inquire of the LORD, and they sat down before me.
2
LXX
καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
BSB
BSB:
Then the word of the LORD came to me, saying,
3
LXX
υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος·
BSB
BSB:
“Son of man, speak to the elders of Israel and tell them that this is what the Lord GOD says: Have you come to inquire of Me? As surely as I live, I will not be consulted by you, declares the Lord GOD.
4
LXX
εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς
BSB
BSB:
Will you judge them, will you judge them, son of man? Confront them with the abominations of their fathers
5
LXX
καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀφ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακὼβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν,
BSB
BSB:
and tell them that this is what the Lord GOD says: On the day I chose Israel, I swore an oath to the descendants of the house of Jacob and made Myself known to them in the land of Egypt. With an uplifted hand I said to them, ‘I am the LORD your God.’
6
LXX
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.
BSB
BSB:
On that day I swore to bring them out of the land of Egypt into a land that I had searched out for them, a land flowing with milk and honey, the glory of all lands.
7
LXX
καὶ εἶπα πρὸς αὐτούς· ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
BSB
BSB:
And I said to them: ‘Each of you must throw away the abominations before his eyes, and you must not defile yourselves with the idols of Egypt. I am the LORD your God.’
8
LXX
καὶ ἀπέστησαν ἀπ' ἐμοῦ καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου.
BSB
BSB:
But they rebelled against Me and refused to listen. None of them cast away the abominations before their eyes, and they did not forsake the idols of Egypt. So I resolved to pour out My wrath upon them and vent My anger against them in the land of Egypt.
9
LXX
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
BSB
BSB:
But I acted for the sake of My name, that it should not be profaned in the eyes of the nations among whom they were living, in whose sight I had revealed Myself to Israel by bringing them out of the land of Egypt.
10
LXX
καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον
BSB
BSB:
So I brought them out of the land of Egypt and led them into the wilderness.
11
LXX
καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς.
BSB
BSB:
And I gave them My statutes and made known to them My ordinances—for the man who does these things will live by them.
12
LXX
καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
BSB
BSB:
I also gave them My Sabbaths as a sign between us, so that they would know that I am the LORD who sanctifies them.
13
LXX
καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς.
BSB
BSB:
Yet the house of Israel rebelled against Me in the wilderness. They did not follow My statutes and they rejected My ordinances—though the man who does these things will live by them—and they utterly profaned My Sabbaths. Then I resolved to pour out My wrath upon them and put an end to them in the wilderness.
14
LXX
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν.
BSB
BSB:
But I acted for the sake of My name, so that it would not be profaned in the eyes of the nations in whose sight I had brought them out.
15
LXX
καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν,
BSB
BSB:
Moreover, with an uplifted hand I swore to them in the wilderness that I would not bring them into the land that I had given them—a land flowing with milk and honey, the glory of all lands—
16
LXX
ἀνθ' ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.
BSB
BSB:
because they kept rejecting My ordinances, refusing to walk in My statutes, and profaning My Sabbaths; for their hearts continually went after their idols.
17
LXX
καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ.
BSB
BSB:
Yet I looked on them with pity and did not destroy them or bring them to an end in the wilderness.
18
LXX
καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε.
BSB
BSB:
In the wilderness I said to their children: ‘Do not walk in the statutes of your fathers or keep their ordinances or defile yourselves with their idols.
19
LXX
ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασί μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά·
BSB
BSB:
I am the LORD your God; walk in My statutes, keep My ordinances, and practice them.
20
LXX
καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
BSB
BSB:
Keep My Sabbaths holy, that they may be a sign between us, so that you may know that I am the LORD your God.’
21
LXX
καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς·
BSB
BSB:
But the children rebelled against Me. They did not walk in My statutes or carefully observe My ordinances—though the man who does these things will live by them—and they profaned My Sabbaths. So I resolved to pour out My wrath upon them and vent My anger against them in the wilderness.
22
LXX
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν.
BSB
BSB:
But I withheld My hand and acted for the sake of My name, so that it would not be profaned in the eyes of the nations in whose sight I had brought them out.
23
LXX
καὶ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
BSB
BSB:
However, with an uplifted hand I swore to them in the wilderness that I would scatter them among the nations and disperse them throughout the lands.
24
LXX
ἀνθ' ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.
BSB
BSB:
For they did not practice My ordinances, but they rejected My statutes and profaned My Sabbaths, fixing their eyes on the idols of their fathers.
25
LXX
καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.
BSB
BSB:
I also gave them over to statutes that were not good and ordinances by which they could not live.
26
LXX
καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς.
BSB
BSB:
And I pronounced them unclean through their gifts—the sacrifice of every firstborn in the fire—so that I might devastate them, in order that they would know that I am the LORD.
27
LXX
Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ.
BSB
BSB:
Therefore, son of man, speak to the house of Israel, and tell them that this is what the Lord GOD says: In this way also your fathers blasphemed Me by their unfaithfulness against Me.
28
LXX
καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν.
BSB
BSB:
When I brought them into the land that I swore to give them and they saw any high hill or leafy tree, there they offered their sacrifices, presented offerings that provoked Me, sent up their fragrant incense, and poured out their drink offerings.
29
LXX
καὶ εἶπον πρὸς αὐτούς· τί ἐστιν Ἀβαμά, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ ἕως τῆς σήμερον ἡμέρας.
BSB
BSB:
So I asked them: ‘What is this high place to which you go?’ (And to this day it is called Bamah.)
30
LXX
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε,
BSB
BSB:
Therefore tell the house of Israel that this is what the Lord GOD says: Will you defile yourselves the way your fathers did, prostituting yourselves with their abominations?
31
LXX
καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς, οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος τοῦ Ἰσραήλ; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
BSB
BSB:
When you offer your gifts, sacrificing your sons in the fire, you continue to defile yourselves with all your idols to this day. So should I be consulted by you, O house of Israel? As surely as I live, declares the Lord GOD, I will not be consulted by you!
32
LXX
καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε· ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.
BSB
BSB:
When you say, ‘Let us be like the nations, like the peoples of the lands, serving wood and stone,’ what you have in mind will never come to pass.
33
LXX
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς·
BSB
BSB:
As surely as I live, declares the Lord GOD, with a strong hand, an outstretched arm, and outpoured wrath I will rule over you.
34
LXX
καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ.
BSB
BSB:
With a strong hand, an outstretched arm, and outpoured wrath I will bring you out from the peoples and gather you from the lands to which you have been scattered.
35
LXX
καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον.
BSB
BSB:
And I will bring you into the wilderness of the nations, where I will enter into judgment with you face to face.
36
LXX
ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος·
BSB
BSB:
Just as I entered into judgment with your fathers in the wilderness of the land of Egypt, so I will enter into judgment with you, declares the Lord GOD.
37
LXX
καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ράβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ
BSB
BSB:
I will make you pass under the rod and will bring you into the bond of the covenant.
38
LXX
καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.
BSB
BSB:
And I will purge you of those who rebel and transgress against Me. I will bring them out of the land in which they dwell, but they will not enter the land of Israel. Then you will know that I am the LORD.
39
LXX
καὶ ὑμεῖς οἶκος Ἰσραήλ, τάδε λέγει Κύριος Κύριος· ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
BSB
BSB:
And as for you, O house of Israel, this is what the Lord GOD says: Go and serve your idols, every one of you. But afterward, you will surely listen to Me, and you will no longer defile My holy name with your gifts and idols.
40
LXX
διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν·
BSB
BSB:
For on My holy mountain, the high mountain of Israel, declares the Lord GOD, there the whole house of Israel, all of them, will serve Me in the land. There I will accept them and will require your offerings and choice gifts, along with all your holy sacrifices.
41
LXX
ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν.
BSB
BSB:
When I bring you from the peoples and gather you from the lands to which you have been scattered, I will accept you as a pleasing aroma. And I will show My holiness through you in the sight of the nations.
42
LXX
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, εἰς τὴν γῆν, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.
BSB
BSB:
Then you will know that I am the LORD, when I bring you into the land of Israel, the land that I swore to give your fathers.
43
LXX
καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.
BSB
BSB:
There you will remember your ways and all the deeds with which you have defiled yourselves, and you will loathe yourselves for all the evils you have done.
44
LXX
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος. (Μασ. ΚΑ 1).
BSB
BSB:
Then you will know, O house of Israel, that I am the LORD, when I have dealt with you for the sake of My name and not according to your wicked ways and corrupt acts, declares the Lord GOD.”
45
LXX
καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
BSB
BSB:
Now the word of the LORD came to me, saying,
46
LXX
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ
BSB
BSB:
“Son of man, set your face toward the south, preach against it, and prophesy against the forest of the Negev.
47
LXX
καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
BSB
BSB:
Say to the forest of the Negev: Hear the word of the LORD! This is what the Lord GOD says: I am about to ignite in you a fire, and it will devour all your trees, both green and dry. The blazing flame will not be quenched, and by it every face from south to north will be scorched.
48
LXX
καὶ ἐπιγνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ καὶ οὐ σβεσθήσεται.
BSB
BSB:
Then all people will see that I, the LORD, have kindled it; it will not be quenched.”
49
LXX
καὶ εἶπα· μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρός με· οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;
BSB
BSB:
Then I said, “Ah, Lord GOD, they are saying of me, ‘Is he not just telling parables?’”
Chapter complete
You’ve read Ezekiel 20
Chapter 20 of 48 in Ezekiel
Up next
Ezekiel 21
Read Ezekiel 21
Listen
Back to Ezekiel 19
Go deeper
Commentary
What the commentators say on Ezekiel 20
Ask Opened AI
Ask anything about Ezekiel 20
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Ezekiel 19
Ezekiel 20
Ezekiel 21