Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.39.1
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Num
Numbers
3
LXX
BSB
A
a
Numbers 3
3
Numbers
Preparing to leave Sinai
Septuagint
Moses
, person
Aaron
, person
Israel
, person
Merari
, person
Kohath
, person
Gershon
, person
Levi
, person
Eleazar
, person
19 more
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινά.
BSB
BSB:
This is the account of Aaron and Moses at the time the LORD spoke with Moses on Mount Sinai.
2
LXX
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιούδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
BSB
BSB:
These are the names of the sons of Aaron: Nadab the firstborn, then Abihu, Eleazar, and Ithamar.
3
LXX
ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.
BSB
BSB:
These were Aaron’s sons, the anointed priests, who were ordained to serve as priests.
4
LXX
καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν.
BSB
BSB:
Nadab and Abihu, however, died in the presence of the LORD when they offered unauthorized fire before the LORD in the Wilderness of Sinai. And since they had no sons, only Eleazar and Ithamar served as priests during the lifetime of their father Aaron.
5
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
Then the LORD said to Moses,
6
LXX
λάβε τὴν φυλὴν Λευὶ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ,
BSB
BSB:
“Bring the tribe of Levi and present them to Aaron the priest to assist him.
7
LXX
καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς.
BSB
BSB:
They are to perform duties for him and for the whole congregation before the Tent of Meeting, attending to the service of the tabernacle.
8
LXX
καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.
BSB
BSB:
They shall take care of all the furnishings of the Tent of Meeting and fulfill obligations for the Israelites by attending to the service of the tabernacle.
9
LXX
καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
BSB
BSB:
Assign the Levites to Aaron and his sons; they have been given exclusively to him from among the Israelites.
10
LXX
καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
BSB
BSB:
So you shall appoint Aaron and his sons to carry out the duties of the priesthood; but any outsider who approaches the tabernacle must be put to death.”
11
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
Again the LORD spoke to Moses, saying,
12
LXX
καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται·
BSB
BSB:
“Behold, I have taken the Levites from among the children of Israel in place of every firstborn Israelite from the womb. The Levites belong to Me,
13
LXX
ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ Κύριος.
BSB
BSB:
for all the firstborn are Mine. On the day I struck down every firstborn in the land of Egypt, I consecrated to Myself all the firstborn in Israel, both man and beast. They are Mine; I am the LORD.”
14
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινὰ λέγων·
BSB
BSB:
Then the LORD spoke to Moses in the Wilderness of Sinai, saying,
15
LXX
ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς.
BSB
BSB:
“Number the Levites by their families and clans. You are to count every male a month old or more.”
16
LXX
καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος.
BSB
BSB:
So Moses numbered them according to the word of the LORD, as he had been commanded.
17
LXX
καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, Καάθ, καὶ Μεραρί.
BSB
BSB:
These were the sons of Levi by name: Gershon, Kohath, and Merari.
18
LXX
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γερσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ.
BSB
BSB:
These were the names of the sons of Gershon by their clans: Libni and Shimei.
19
LXX
καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ.
BSB
BSB:
The sons of Kohath by their clans were Amram, Izhar, Hebron, and Uzziel.
20
LXX
καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί. οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
BSB
BSB:
And the sons of Merari by their clans were Mahli and Mushi. These were the clans of the Levites, according to their families.
21
LXX
τῷ Γερσὼν δῆμος τοῦ Λοβενὶ καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι οἱ δῆμοι τοῦ Γεδσών.
BSB
BSB:
From Gershon came the Libnite clan and the Shimeite clan; these were the Gershonite clans.
22
LXX
ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.
BSB
BSB:
The number of all the males a month old or more was 7,500.
23
LXX
καὶ οἱ υἱοὶ Γερσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν,
BSB
BSB:
The Gershonite clans were to camp on the west, behind the tabernacle,
24
LXX
καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσών, Ἑλισὰφ υἱὸς Δαήλ.
BSB
BSB:
and the leader of the families of the Gershonites was Eliasaph son of Lael.
25
LXX
καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
BSB
BSB:
The duties of the Gershonites at the Tent of Meeting were the tabernacle and tent, its covering, the curtain for the entrance to the Tent of Meeting,
26
LXX
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.
BSB
BSB:
the curtains of the courtyard, the curtain for the entrance to the courtyard that surrounds the tabernacle and altar, and the cords—all the service for these items.
27
LXX
τῷ Καὰθ δῆμος ὁ Ἀμρὰν εἷς, καὶ δῆμος ὁ Ἰσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρὼν εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καάθ, κατὰ ἀριθμόν.
BSB
BSB:
From Kohath came the clans of the Amramites, the Izharites, the Hebronites, and the Uzzielites; these were the clans of the Kohathites.
28
LXX
πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἐξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.
BSB
BSB:
The number of all the males a month old or more was 8,600. They were responsible for the duties of the sanctuary.
29
LXX
οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα,
BSB
BSB:
The clans of the Kohathites were to camp on the south side of the tabernacle,
30
LXX
καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἑλισαφάν, υἱὸς Ὀζιήλ.
BSB
BSB:
and the leader of the families of the Kohathites was Elizaphan son of Uzziel.
31
LXX
καὶ ἡ φυλακὴ αὐτῶν, ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.
BSB
BSB:
Their duties were the ark, the table, the lampstand, the altars, the articles of the sanctuary used with them, and the curtain—all the service for these items.
32
LXX
καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.
BSB
BSB:
The chief of the leaders of the Levites was Eleazar son of Aaron the priest; he oversaw those responsible for the duties of the sanctuary.
33
LXX
τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί.
BSB
BSB:
From Merari came the clans of the Mahlites and Mushites; these were the Merarite clans.
34
LXX
ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·
BSB
BSB:
The number of all the males a month old or more was 6,200.
35
LXX
καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρί, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βορρᾶν.
BSB
BSB:
The leader of the families of the Merarites was Zuriel son of Abihail; they were to camp on the north side of the tabernacle.
36
LXX
ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρί, τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
BSB
BSB:
The duties assigned to the sons of Merari were the tabernacle’s frames, crossbars, posts, bases, and all its equipment—all the service for these items,
37
LXX
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.
BSB
BSB:
as well as the posts of the surrounding courtyard with their bases, tent pegs, and ropes.
38
LXX
οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
BSB
BSB:
Moses, Aaron, and Aaron’s sons were to camp to the east of the tabernacle, toward the sunrise, before the Tent of Meeting. They were to perform the duties of the sanctuary as a service on behalf of the Israelites; but any outsider who approached the sanctuary was to be put to death.
39
LXX
πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.
BSB
BSB:
The total number of Levites that Moses and Aaron counted by their clans at the LORD’s command, including all the males a month old or more, was 22,000.
40
LXX
Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λάβε τὸν ἀριθμὸν ἐξ ὀνόματος·
BSB
BSB:
Then the LORD said to Moses, “Number every firstborn male of the Israelites a month old or more, and list their names.
41
LXX
καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ.
BSB
BSB:
You are to take the Levites for Me—I am the LORD—in place of all the firstborn of Israel, and the livestock of the Levites in place of all the firstborn of the livestock of the Israelites.”
42
LXX
καὶ ἐπεσκέψατο Μωυσῆς, ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ·
BSB
BSB:
So Moses numbered all the firstborn of the Israelites, as the LORD had commanded him.
43
LXX
καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.
BSB
BSB:
The total number of the firstborn males a month old or more, listed by name, was 22,273.
44
LXX
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
Again the LORD spoke to Moses, saying,
45
LXX
λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος.
BSB
BSB:
“Take the Levites in place of all the firstborn of Israel, and the livestock of the Levites in place of their livestock. The Levites belong to Me; I am the LORD.
46
LXX
καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ,
BSB
BSB:
To redeem the 273 firstborn Israelites who outnumber the Levites,
47
LXX
καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσιν ὀβολοὺς τοῦ σίκλου,
BSB
BSB:
you are to collect five shekels for each one, according to the sanctuary shekel of twenty gerahs.
48
LXX
καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.
BSB
BSB:
Give the money to Aaron and his sons as the redemption price for the excess among the Israelites.”
49
LXX
καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν,
BSB
BSB:
So Moses collected the redemption money from those in excess of the number redeemed by the Levites.
50
LXX
παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον.
BSB
BSB:
He collected the money from the firstborn of the Israelites: 1,365 shekels, according to the sanctuary shekel.
51
LXX
καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
And Moses gave the redemption money to Aaron and his sons in obedience to the word of the LORD, just as the LORD had commanded him.
Chapter complete
You’ve read Numbers 3
Chapter 3 of 36 in Numbers
Up next
Numbers 4
Read Numbers 4
Listen
Back to Numbers 2
Go deeper
Commentary
What the commentators say on Numbers 3
Ask Opened AI
Ask anything about Numbers 3
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Numbers 2
Numbers 3
Numbers 4