Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.39.2
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Num
Numbers
4
LXX
BSB
A
a
Numbers 4
4
Numbers
Preparing to leave Sinai
Septuagint
Aaron
, person
Moses
, person
Merari
, person
Kohath
, person
Gershon
, person
Ithamar
, person
Israel
, person
Levi
, person
1 more
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
BSB
BSB:
Then the LORD said to Moses and Aaron,
2
LXX
λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευί, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν,
BSB
BSB:
“Take a census of the Kohathites among the Levites by their clans and families,
3
LXX
ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
BSB
BSB:
men from thirty to fifty years old—everyone who is qualified to serve in the work at the Tent of Meeting.
4
LXX
καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.
BSB
BSB:
This service of the Kohathites at the Tent of Meeting regards the most holy things.
5
LXX
καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολή, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου,
BSB
BSB:
Whenever the camp sets out, Aaron and his sons are to go in, take down the veil of the curtain, and cover the ark of the Testimony with it.
6
LXX
καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς.
BSB
BSB:
They are to place over this a covering of fine leather, spread a solid blue cloth over it, and insert its poles.
7
LXX
καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἱ διαπαντὸς ἐπ' αὐτῆς ἔσονται.
BSB
BSB:
Over the table of the Presence they are to spread a blue cloth and place the plates and cups on it, along with the bowls and pitchers for the drink offering. The regular bread offering is to remain on it.
8
LXX
καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσι δι' αὐτῆς τοὺς ἀναφορεῖς.
BSB
BSB:
And they shall spread a scarlet cloth over them, cover them with fine leather, and insert the poles.
9
LXX
καὶ λήψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς,
BSB
BSB:
They are to take a blue cloth and cover the lampstand used for light, together with its lamps, wick trimmers, and trays, as well as the jars of oil with which to supply it.
10
LXX
καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων.
BSB
BSB:
Then they shall wrap it and all its utensils inside a covering of fine leather and put it on the carrying frame.
11
LXX
καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ.
BSB
BSB:
Over the gold altar they are to spread a blue cloth, cover it with fine leather, and insert the poles.
12
LXX
καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.
BSB
BSB:
They are to take all the utensils for serving in the sanctuary, place them in a blue cloth, cover them with fine leather, and put them on the carrying frame.
13
LXX
καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον.
BSB
BSB:
Then they shall remove the ashes from the bronze altar, spread a purple cloth over it,
14
LXX
καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη, ὅσοις λειτουργοῦσιν ἐπ' αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήψονται ἱμάτιον πορφυροῦν καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.
BSB
BSB:
and place on it all the vessels used to serve there: the firepans, meat forks, shovels, and sprinkling bowls—all the equipment of the altar. They are to spread over it a covering of fine leather and insert the poles.
15
LXX
καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν, καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
BSB
BSB:
When Aaron and his sons have finished covering the holy objects and all their equipment, as soon as the camp is ready to move, the Kohathites shall come and do the carrying. But they must not touch the holy objects, or they will die. These are the transportation duties of the Kohathites regarding the Tent of Meeting.
16
LXX
ἐπίσκοπος Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως· τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς ἔργοις.
BSB
BSB:
Eleazar son of Aaron the priest shall oversee the oil for the light, the fragrant incense, the daily grain offering, and the anointing oil. He has oversight of the entire tabernacle and everything in it, including the holy objects and their utensils.”
17
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
BSB
BSB:
Then the LORD said to Moses and Aaron,
18
LXX
μὴ ὀλοθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευιτῶν·
BSB
BSB:
“Do not allow the Kohathite tribal clans to be cut off from among the Levites.
19
LXX
τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσι, προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ,
BSB
BSB:
In order that they may live and not die when they come near the most holy things, do this for them: Aaron and his sons are to go in and assign each man his task and what he is to carry.
20
LXX
καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανοῦνται.
BSB
BSB:
But the Kohathites are not to go in and look at the holy objects, even for a moment, or they will die.”
21
LXX
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
And the LORD said to Moses,
22
LXX
λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσών, καὶ τούτους κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν,
BSB
BSB:
“Take a census of the Gershonites as well, by their families and clans,
23
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
BSB
BSB:
from thirty to fifty years old, counting everyone who comes to serve in the work at the Tent of Meeting.
24
LXX
αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσών, λειτουργεῖν καὶ αἴρειν·
BSB
BSB:
This is the service of the Gershonite clans regarding work and transport:
25
LXX
καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κατακάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτῆς ἄνωθεν καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
BSB
BSB:
They are to carry the curtains of the tabernacle, the Tent of Meeting with the covering of fine leather over it, the curtains for the entrance to the Tent of Meeting,
26
LXX
καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, ποιήσουσι.
BSB
BSB:
the curtains of the courtyard, and the curtains for the entrance at the gate of the courtyard that surrounds the tabernacle and altar, along with their ropes and all the equipment for their service. The Gershonites will do all that needs to be done with these items.
27
LXX
κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἔργα αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνόματος πάντα τὰ ἀρτὰ ὑπ' αὐτῶν.
BSB
BSB:
All the service of the Gershonites—all their transport duties and other work—is to be done at the direction of Aaron and his sons; you are to assign to them all that they are responsible to carry.
28
LXX
αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
BSB
BSB:
This is the service of the Gershonite clans at the Tent of Meeting, and their duties shall be under the direction of Ithamar son of Aaron the priest.
29
LXX
οἱ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν ἐπισκέψασθε αὐτούς,
BSB
BSB:
As for the sons of Merari, you are to number them by their clans and families,
30
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
BSB
BSB:
from thirty to fifty years old, counting everyone who comes to serve in the work of the Tent of Meeting.
31
LXX
καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ' αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς, καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν, καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς
BSB
BSB:
This is the duty for all their service at the Tent of Meeting: to carry the frames of the tabernacle with its crossbars, posts, and bases,
32
LXX
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ' αὐτῶν.
BSB
BSB:
and the posts of the surrounding courtyard with their bases, tent pegs, and ropes, including all their equipment and everything related to their use. You shall assign by name the items that they are responsible to carry.
33
LXX
αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
BSB
BSB:
This is the service of the Merarite clans according to all their work at the Tent of Meeting, under the direction of Ithamar son of Aaron the priest.”
34
LXX
καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν,
BSB
BSB:
So Moses, Aaron, and the leaders of the congregation numbered the Kohathites by their clans and families,
35
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
BSB
BSB:
everyone from thirty to fifty years old who came to serve in the work at the Tent of Meeting.
36
LXX
καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι ἑπτακόσιοι πεντήκοντα.
BSB
BSB:
And those numbered by their clans totaled 2,750.
37
LXX
αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῇ.
BSB
BSB:
These were counted from the Kohathite clans, everyone who could serve at the Tent of Meeting. Moses and Aaron numbered them according to the command of the LORD through Moses.
38
LXX
καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν,
BSB
BSB:
Then the Gershonites were numbered by their clans and families,
39
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
BSB
BSB:
everyone from thirty to fifty years old who came to serve in the work at the Tent of Meeting.
40
LXX
καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα.
BSB
BSB:
And those numbered by their clans and families totaled 2,630.
41
LXX
αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσών, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
BSB
BSB:
These were counted from the Gershonite clans who served at the Tent of Meeting, whom Moses and Aaron counted at the LORD’s command.
42
LXX
ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρὶ κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν,
BSB
BSB:
And the Merarites were numbered by their clans and families,
43
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
BSB
BSB:
everyone from thirty to fifty years old who came to serve in the work at the Tent of Meeting.
44
LXX
καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι·
BSB
BSB:
The men registered by their clans numbered 3,200.
45
LXX
αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρί, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
BSB
BSB:
These were counted from the Merarite clans, whom Moses and Aaron numbered at the LORD’s command through Moses.
46
LXX
πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς Λευίτας, κατὰ δήμους καὶ κατ' οἴκους πατριῶν αὐτῶν,
BSB
BSB:
So Moses, Aaron, and the leaders of Israel numbered by their clans and families all the Levites
47
LXX
ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
BSB
BSB:
from thirty to fifty years old who came to do the work of serving and carrying the Tent of Meeting.
48
LXX
καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.
BSB
BSB:
And the number of men was 8,580.
49
LXX
διὰ φωνῆς Κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατὰ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
At the LORD’s command through Moses they were numbered, and each one was assigned his work and burden, as the LORD had commanded Moses.
Chapter complete
You’ve read Numbers 4
Chapter 4 of 36 in Numbers
Up next
Numbers 5
Read Numbers 5
Listen
Back to Numbers 3
Go deeper
Commentary
What the commentators say on Numbers 4
A question this chapter raises
Why did God strike Uzzah for steadying the ark?
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Numbers 3
Numbers 4
Numbers 5