Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.0.3
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Num
Numbers
31
LXX
BSB
A
a
Numbers 31
31
Numbers
A new generation
Septuagint
Moses
, person
Israel
, person
Eleazar
, person
Midian
, place
Balaam
, person
Jordan
, place
Jericho
, place
Phinehas
, person
8 more
Septuagint
Berean Standard Bible
1
LXX
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
And the LORD said to Moses,
2
LXX
ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου.
BSB
BSB:
“Take vengeance on the Midianites for the Israelites. After that, you will be gathered to your people.”
3
LXX
καὶ ἐλάλησε Μωυσῆς πρὸς τὸν λαὸν λέγων· ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ Κυρίου τῇ Μαδιάν·
BSB
BSB:
So Moses told the people, “Arm some of your men for war, that they may go against the Midianites and execute the LORD’s vengeance on them.
4
LXX
χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ ἀποστείλατε παρατάξασθαι.
BSB
BSB:
Send into battle a thousand men from each tribe of Israel.”
5
LXX
καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραὴλ χιλίους ἐκ φυλῆς, δώδεκα χιλιάδας ἐνωπλισμένοι εἰς παράταξιν.
BSB
BSB:
So a thousand men were recruited from each tribe of Israel—twelve thousand armed for war.
6
LXX
καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν.
BSB
BSB:
And Moses sent the thousand from each tribe into battle, along with Phinehas son of Eleazar the priest, who took with him the vessels of the sanctuary and the trumpets for signaling.
7
LXX
καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·
BSB
BSB:
Then they waged war against Midian, as the LORD had commanded Moses, and they killed every male.
8
LXX
καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐὶν καὶ τὸν Ροκὸν καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβόκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ρομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν.
BSB
BSB:
Among the slain were Evi, Rekem, Zur, Hur, and Reba—the five kings of Midian. They also killed Balaam son of Beor with the sword.
9
LXX
καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·
BSB
BSB:
The Israelites captured the Midianite women and their children, and they plundered all their herds, flocks, and goods.
10
LXX
καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί.
BSB
BSB:
Then they burned all the cities where the Midianites had lived, as well as all their encampments,
11
LXX
καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
BSB
BSB:
and carried away all the plunder and spoils, both people and animals.
12
LXX
καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
BSB
BSB:
They brought the captives, spoils, and plunder to Moses, to Eleazar the priest, and to the congregation of Israel at the camp on the plains of Moab, by the Jordan across from Jericho.
13
LXX
Καὶ ἐξῆλθε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς.
BSB
BSB:
And Moses, Eleazar the priest, and all the leaders of the congregation went to meet them outside the camp.
14
LXX
καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου,
BSB
BSB:
But Moses was angry with the officers of the army—the commanders of thousands and commanders of hundreds—who were returning from the battle.
15
LXX
καὶ εἶπεν αὐτοῖς Μωυσῆς· ἱνατί ἐζωγρήσατε πᾶν θῆλυ;
BSB
BSB:
“Have you spared all the women?” he asked them.
16
LXX
αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ρῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ρῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
BSB
BSB:
“Look, these women caused the sons of Israel, through the counsel of Balaam, to turn unfaithfully against the LORD at Peor, so that the plague struck the congregation of the LORD.
17
LXX
καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε·
BSB
BSB:
So now, kill all the boys, as well as every woman who has had relations with a man,
18
LXX
καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.
BSB
BSB:
but spare for yourselves every girl who has never had relations with a man.
19
LXX
καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν·
BSB
BSB:
All of you who have killed a person or touched the dead are to remain outside the camp for seven days. On the third day and the seventh day you are to purify both yourselves and your captives.
20
LXX
καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε.
BSB
BSB:
And purify every garment and leather good, everything made of goat’s hair, and every article of wood.”
21
LXX
καὶ εἶπεν Ἐλεάζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου· τοῦτο τὸ δικαίωμα τοῦ νόμου, ὃ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
Then Eleazar the priest said to the soldiers who had gone into battle, “This is the statute of the law which the LORD has commanded Moses:
22
LXX
πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,
BSB
BSB:
Only the gold, silver, bronze, iron, tin, and lead—
23
LXX
πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ' ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι' ὕδατος.
BSB
BSB:
everything that can withstand the fire—must be put through the fire, and it will be clean. But it must still be purified with the water of purification. And everything that cannot withstand the fire must pass through the water.
24
LXX
καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.
BSB
BSB:
On the seventh day you are to wash your clothes, and you will be clean. After that you may enter the camp.”
25
LXX
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
BSB
BSB:
The LORD said to Moses,
26
LXX
λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς,
BSB
BSB:
“You and Eleazar the priest and the family heads of the congregation are to take a count of what was captured, both of man and beast.
27
LXX
καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, καὶ ἀνὰ μέσον πάσης συναγωγῆς.
BSB
BSB:
Then divide the captives between the troops who went out to battle and the rest of the congregation.
28
LXX
καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων·
BSB
BSB:
Set aside a tribute for the LORD from what belongs to the soldiers who went into battle: one out of every five hundred, whether persons, cattle, donkeys, or sheep.
29
LXX
καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε καὶ δώσεις Ἐλεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου.
BSB
BSB:
Take it from their half and give it to Eleazar the priest as an offering to the LORD.
30
LXX
καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου.
BSB
BSB:
From the Israelites’ half, take one out of every fifty, whether persons, cattle, donkeys, sheep, or other animals, and give them to the Levites who keep charge of the tabernacle of the LORD.”
31
LXX
καὶ ἐποίησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
So Moses and Eleazar the priest did as the LORD had commanded Moses,
32
LXX
καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς, ὃ προενόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
BSB
BSB:
and this plunder remained from the spoils the soldiers had taken: 675,000 sheep,
33
LXX
καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
BSB
BSB:
72,000 cattle,
34
LXX
καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
BSB
BSB:
61,000 donkeys,
35
LXX
καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν, αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες.
BSB
BSB:
and 32,000 women who had not slept with a man.
36
LXX
καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια.
BSB
BSB:
This was the half portion for those who had gone to war: 337,500 sheep,
37
LXX
καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιαι ἑβδομήκοντα πέντε·
BSB
BSB:
including a tribute to the LORD of 675,
38
LXX
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ δύο καὶ ἑβδομήκοντα·
BSB
BSB:
36,000 cattle, including a tribute to the LORD of 72,
39
LXX
καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα·
BSB
BSB:
30,500 donkeys, including a tribute to the LORD of 61,
40
LXX
καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.
BSB
BSB:
and 16,000 people, including a tribute to the LORD of 32.
41
LXX
καὶ ἔδωκε Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ Θεοῦ Ἐλεάζαρ τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
Moses gave the tribute to Eleazar the priest as an offering for the LORD, as the LORD had commanded Moses.
42
LXX
ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραήλ, οὓς διεῖλε Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν.
BSB
BSB:
From the Israelites’ half, which Moses had set apart from the men who had gone to war,
43
LXX
καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
BSB
BSB:
this half belonged to the congregation: 337,500 sheep,
44
LXX
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες,
BSB
BSB:
36,000 cattle,
45
LXX
ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
BSB
BSB:
30,500 donkeys,
46
LXX
καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες.
BSB
BSB:
and 16,000 people.
47
LXX
καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
BSB
BSB:
From the Israelites’ half, Moses took one out of every fifty persons and animals and gave them to the Levites who kept charge of the tabernacle of the LORD, as the LORD had commanded him.
48
LXX
Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωυσῆν·
BSB
BSB:
Then the officers who were over the units of the army—the commanders of thousands and of hundreds—approached Moses
49
LXX
οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ' ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπ' αὐτῶν οὐδὲ εἷς·
BSB
BSB:
and said, “Your servants have counted the soldiers under our command, and not one of us is missing.
50
LXX
καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃ εὗρε σκεῦος χρυσοῦν καὶ χλιδῶνα καὶ ψέλλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου.
BSB
BSB:
So we have brought to the LORD an offering of the gold articles each man acquired—armlets, bracelets, rings, earrings, and necklaces—to make atonement for ourselves before the LORD.”
51
LXX
καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ' αὐτῶν πᾶν σκεῦος εἰργασμένον·
BSB
BSB:
So Moses and Eleazar the priest received from them all the articles made out of gold.
52
LXX
καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον Κυρίῳ, ἑκκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων.
BSB
BSB:
All the gold that the commanders of thousands and of hundreds presented as an offering to the LORD weighed 16,750 shekels.
53
LXX
καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ.
BSB
BSB:
Each of the soldiers had taken plunder for himself.
54
LXX
καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου.
BSB
BSB:
And Moses and Eleazar the priest received the gold from the commanders of thousands and of hundreds and brought it into the Tent of Meeting as a memorial for the Israelites before the LORD.
Chapter complete
You’ve read Numbers 31
Chapter 31 of 36 in Numbers
Up next
Numbers 32
Read Numbers 32
Back to Numbers 30
Go deeper
Commentary
What the commentators say on Numbers 31
Ask Study Help
Ask anything about Numbers 31
LXX
Septuagint. Public domain. Text from eBible.org. Verse numbers matched to the English with STEPBible’s TVTMS (Tyndale House, Cambridge), CC BY 4.0.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Numbers 30
Numbers 31
Numbers 32