Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.2.0
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Luke
Luke
7
SBLGNT
BSB
A
a
Luke 7
7
Luke
Preparation and ministry in Galilee
SBL Greek New Testament
John
, person
Jesus
, person
Simon
, person
Israel
, person
Judea
, place
Capernaum
, place
Nain
, place
SBL Greek New Testament
Berean Standard Bible
1
SBLGNT
⸀Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
BSB
BSB:
When Jesus had concluded His discourse in the hearing of the people, He went to Capernaum.
2
SBLGNT
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
BSB
BSB:
There a highly valued servant of a centurion was sick and about to die.
3
SBLGNT
ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
BSB
BSB:
When the centurion heard about Jesus, he sent some Jewish elders to ask Him to come and heal his servant.
4
SBLGNT
οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃ τοῦτο,
BSB
BSB:
They came to Jesus and pleaded with Him earnestly, “This man is worthy to have You grant this,
5
SBLGNT
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
BSB
BSB:
for he loves our nation and has built our synagogue.”
6
SBLGNT
ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
BSB
BSB:
So Jesus went with them. But when He was not far from the house, the centurion sent friends with the message: “Lord, do not trouble Yourself, for I am not worthy to have You come under my roof.
7
SBLGNT
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω ὁ παῖς μου·
BSB
BSB:
That is why I did not consider myself worthy to come to You. But just say the word, and my servant will be healed.
8
SBLGNT
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
BSB
BSB:
For I myself am a man under authority, with soldiers under me. I tell one to go, and he goes, and another to come, and he comes. I tell my servant to do something, and he does it.”
9
SBLGNT
ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
BSB
BSB:
When Jesus heard this, He marveled at the centurion. Turning to the crowd following Him, He said,
“I tell you, not even in Israel have I found such great faith.”
10
SBLGNT
καὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον ⸀τὸν δοῦλον ὑγιαίνοντα.
BSB
BSB:
And when the messengers returned to the house, they found the servant in good health.
11
SBLGNT
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦ καὶ ὄχλος πολύς.
BSB
BSB:
Soon afterward, Jesus went to a town called Nain. His disciples went with Him, accompanied by a large crowd.
12
SBLGNT
ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦν σὺν αὐτῇ.
BSB
BSB:
As He approached the town gate, He saw a dead man being carried out, the only son of his mother, and she was a widow. And a large crowd from the town was with her.
13
SBLGNT
καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε.
BSB
BSB:
When the Lord saw her, He had compassion on her and said,
“Do not weep.”
14
SBLGNT
καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
BSB
BSB:
Then He went up and touched the coffin, and those carrying it stood still.
“Young man,”
He said,
“I tell you, get up!”
15
SBLGNT
καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
BSB
BSB:
And the dead man sat up and began to speak! Then Jesus gave him back to his mother.
16
SBLGNT
ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
BSB
BSB:
A sense of awe swept over all of them, and they glorified God. “A great prophet has appeared among us!” they said. “God has visited His people!”
17
SBLGNT
καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ.
BSB
BSB:
And the news about Jesus spread throughout Judea and all the surrounding region.
18
SBLGNT
Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης
BSB
BSB:
Then John’s disciples informed him about all these things.
19
SBLGNT
ἔπεμψεν πρὸς τὸν ⸀κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλον προσδοκῶμεν;
BSB
BSB:
So John called two of his disciples and sent them to ask the Lord, “Are You the One who was to come, or should we look for someone else?”
20
SBLGNT
παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
BSB
BSB:
When the men came to Jesus, they said, “John the Baptist sent us to ask, ‘Are You the One who was to come, or should we look for someone else?’”
21
SBLGNT
ἐν ⸀ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατο βλέπειν.
BSB
BSB:
At that very hour Jesus healed many people of their diseases, afflictions, and evil spirits, and He gave sight to many who were blind.
22
SBLGNT
καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
BSB
BSB:
So He replied,
“Go back and report to John what you have seen and heard: The blind receive sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, and the good news is preached to the poor.
23
SBLGNT
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
BSB
BSB:
Blessed is the one who does not fall away on account of Me.”
24
SBLGNT
Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
BSB
BSB:
After John’s messengers had left, Jesus began to speak to the crowds about John:
“What did you go out into the wilderness to see? A reed swaying in the wind?
25
SBLGNT
ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
BSB
BSB:
Otherwise, what did you go out to see? A man dressed in fine clothes? Look, those who wear elegant clothing and live in luxury are found in palaces.
26
SBLGNT
ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
BSB
BSB:
What then did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet.
27
SBLGNT
οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
BSB
BSB:
This is the one about whom it is written: ‘Behold, I will send My messenger ahead of You, who will prepare Your way before You.’
28
SBLGNT
⸀λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
BSB
BSB:
I tell you, among those born of women there is no one greater than John, yet even the least in the kingdom of God is greater than he.”
29
SBLGNT
(καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
BSB
BSB:
All the people who heard this, even the tax collectors, acknowledged God’s justice. For they had received the baptism of John.
30
SBLGNT
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.)
BSB
BSB:
But the Pharisees and experts in the law rejected God’s purpose for themselves, because they had not been baptized by John.
31
SBLGNT
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
BSB
BSB:
“To what, then, can I compare the men of this generation? What are they like?
32
SBLGNT
ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ἃ λέγει · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
BSB
BSB:
They are like children sitting in the marketplace and calling out to one another: ‘We played the flute for you, and you did not dance; we sang a dirge, and you did not weep.’
33
SBLGNT
ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸀μὴ ⸂ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει·
BSB
BSB:
For John the Baptist came neither eating bread nor drinking wine, and you say, ‘He has a demon!’
34
SBLGNT
ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
BSB
BSB:
The Son of Man came eating and drinking, and you say, ‘Look at this glutton and drunkard, a friend of tax collectors and sinners!’
35
SBLGNT
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸂πάντων τῶν τέκνων αὐτῆς.
BSB
BSB:
But wisdom is vindicated by all her children.”
36
SBLGNT
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὸν οἶκον τοῦ Φαρισαίου ⸀κατεκλίθη
BSB
BSB:
Then one of the Pharisees invited Jesus to eat with him, and He entered the Pharisee’s house and reclined at the table.
37
SBLGNT
καὶ ἰδοὺ γυνὴ ⸂ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, ⸀καὶ ἐπιγνοῦσα ὅτι ⸀κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
BSB
BSB:
When a sinful woman from that town learned that Jesus was dining there, she brought an alabaster jar of perfume.
38
SBLGNT
καὶ στᾶσα ⸂ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
BSB
BSB:
As she stood behind Him at His feet weeping, she began to wet His feet with her tears and wipe them with her hair. Then she kissed His feet and anointed them with the perfume.
39
SBLGNT
ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ⸀ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
BSB
BSB:
When the Pharisee who had invited Jesus saw this, he said to himself, “If this man were a prophet, He would know who this is and what kind of woman is touching Him—for she is a sinner!”
40
SBLGNT
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃.
BSB
BSB:
But Jesus answered him,
“Simon, I have something to tell you.”
“Tell me, Teacher,” he said.
41
SBLGNT
δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
BSB
BSB:
“Two men were debtors to a certain moneylender. One owed him five hundred denarii, and the other fifty.
42
SBLGNT
μὴ ⸀ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ⸀αὐτῶν πλεῖον ⸂ἀγαπήσει αὐτόν ;
BSB
BSB:
When they were unable to repay him, he forgave both of them. Which one, then, will love him more?”
43
SBLGNT
⸀ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας.
BSB
BSB:
“I suppose the one who was forgiven more,” Simon replied.
“You have judged correctly,”
Jesus said.
44
SBLGNT
καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸀μοι ἐπὶ ⸀πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ⸀θριξὶν αὐτῆς ἐξέμαξεν.
BSB
BSB:
And turning toward the woman, He said to Simon,
“Do you see this woman? When I entered your house, you did not give Me water for My feet, but she wet My feet with her tears and wiped them with her hair.
45
SBLGNT
φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
BSB
BSB:
You did not greet Me with a kiss, but she has not stopped kissing My feet since I arrived.
46
SBLGNT
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ⸂τοὺς πόδας μου.
BSB
BSB:
You did not anoint My head with oil, but she has anointed My feet with perfume.
47
SBLGNT
οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
BSB
BSB:
Therefore I tell you, her many sins have been forgiven, for she has loved much. But he who has been forgiven little loves little.”
48
SBLGNT
εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
BSB
BSB:
Then Jesus said to her,
“Your sins are forgiven.”
49
SBLGNT
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
BSB
BSB:
But those at the table began to say to themselves, “Who is this who even forgives sins?”
50
SBLGNT
εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
BSB
BSB:
And Jesus told the woman,
“Your faith has saved you; go in peace.”
Chapter complete
You’ve read Luke 7
Chapter 7 of 24 in Luke
Up next
Luke 8
Read Luke 8
Back to Luke 6
Go deeper
Commentary
What the commentators say on Luke 7
Ask Study Help
Ask anything about Luke 7
SBLGNT
SBL Greek New Testament. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0 (creativecommons.org/licenses/by/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Luke 6
Luke 7
Luke 8