Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.3.0
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Luke
Luke
8
SBLGNT
BSB
A
a
Luke 8
8
Luke
Preparation and ministry in Galilee
SBL Greek New Testament
Jesus
, person
Peter
, person
Gerasa
, place
Galilee
, place
John
, person
Herod
, person
James
, person
Magdalene
, place
5 more
SBL Greek New Testament
Berean Standard Bible
1
SBLGNT
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
BSB
BSB:
Soon afterward, Jesus traveled from one town and village to another, preaching and proclaiming the good news of the kingdom of God. The Twelve were with Him,
2
SBLGNT
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
BSB
BSB:
as well as some women who had been healed of evil spirits and infirmities: Mary called Magdalene, from whom seven demons had gone out,
3
SBLGNT
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
BSB
BSB:
Joanna the wife of Herod’s household manager Chuza, Susanna, and many others. These women were ministering to them out of their own means.
4
SBLGNT
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
BSB
BSB:
While a large crowd was gathering and people were coming to Jesus from town after town, He told them this parable:
5
SBLGNT
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
BSB
BSB:
“A farmer went out to sow his seed. And as he was sowing, some seed fell along the path, where it was trampled, and the birds of the air devoured it.
6
SBLGNT
καὶ ἕτερον ⸀κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
BSB
BSB:
Some fell on rocky ground, and when it came up, the seedlings withered because they had no moisture.
7
SBLGNT
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
BSB
BSB:
Other seed fell among thorns, which grew up with it and choked the seedlings.
8
SBLGNT
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
BSB
BSB:
Still other seed fell on good soil, where it sprang up and produced a crop—a hundredfold.”
As Jesus said this, He called out,
“He who has ears to hear, let him hear.”
9
SBLGNT
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦ τίς ⸂αὕτη εἴη ἡ παραβολή.
BSB
BSB:
Then His disciples asked Him what this parable meant.
10
SBLGNT
ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
BSB
BSB:
He replied,
“The knowledge of the mysteries of the kingdom of God has been given to you, but to others I speak in parables, so that, ‘though seeing, they may not see; though hearing, they may not understand.’
11
SBLGNT
Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
BSB
BSB:
Now this is the meaning of the parable: The seed is the word of God.
12
SBLGNT
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
BSB
BSB:
The seeds along the path are those who hear, but the devil comes and takes away the word from their hearts, so that they may not believe and be saved.
13
SBLGNT
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
BSB
BSB:
The seeds on rocky ground are those who hear the word and receive it with joy, but they have no root. They believe for a season, but in the time of testing, they fall away.
14
SBLGNT
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
BSB
BSB:
The seeds that fell among the thorns are those who hear, but as they go on their way, they are choked by the worries, riches, and pleasures of this life, and their fruit does not mature.
15
SBLGNT
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
BSB
BSB:
But the seeds on good soil are those with a noble and good heart, who hear the word, cling to it, and by persevering produce a crop.
16
SBLGNT
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλʼ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
BSB
BSB:
No one lights a lamp and covers it with a jar or puts it under a bed. Instead, he sets it on a stand, so those who enter can see the light.
17
SBLGNT
οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
BSB
BSB:
For there is nothing hidden that will not be disclosed, and nothing concealed that will not be made known and brought to light.
18
SBLGNT
βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.
BSB
BSB:
Pay attention, therefore, to how you listen. Whoever has will be given more, but whoever does not have, even what he thinks he has will be taken away from him.”
19
SBLGNT
⸀Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
BSB
BSB:
Then Jesus’ mother and brothers came to see Him, but they were unable to reach Him because of the crowd.
20
SBLGNT
⸂ἀπηγγέλη δὲ ⸀αὐτῷ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντες.
BSB
BSB:
He was told, “Your mother and brothers are standing outside, wanting to see You.”
21
SBLGNT
ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντες
BSB
BSB:
But He replied,
“My mother and brothers are those who hear the word of God and carry it out.”
22
SBLGNT
⸂Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.
BSB
BSB:
One day Jesus said to His disciples,
“Let us cross to the other side of the lake.”
So He got into a boat with them and set out.
23
SBLGNT
πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
BSB
BSB:
As they sailed, He fell asleep, and a windstorm came down on the lake, so that the boat was being swamped, and they were in great danger.
24
SBLGNT
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
BSB
BSB:
The disciples went and woke Him, saying, “Master, Master, we are perishing!” Then Jesus got up and rebuked the wind and the raging waters, and they subsided, and all was calm.
25
SBLGNT
εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
BSB
BSB:
“Where is your faith?”
He asked. Frightened and amazed, they asked one another, “Who is this? He commands even the winds and the water, and they obey Him!”
26
SBLGNT
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
BSB
BSB:
Then they sailed to the region of the Gerasenes, across the lake from Galilee.
27
SBLGNT
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν.
BSB
BSB:
When Jesus stepped ashore, He was met by a demon-possessed man from the town. For a long time this man had not worn clothing or lived in a house, but he stayed in the tombs.
28
SBLGNT
ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·
BSB
BSB:
When the man saw Jesus, he cried out and fell down before Him, shouting in a loud voice, “What do You want with me, Jesus, Son of the Most High God? I beg You not to torture me!”
29
SBLGNT
⸀παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ τοῦ ⸀δαιμονίου εἰς τὰς ἐρήμους.
BSB
BSB:
For Jesus had commanded the unclean spirit to come out of the man. Many times it had seized him, and though he was bound with chains and shackles, he had broken the chains and been driven by the demon into solitary places.
30
SBLGNT
ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς Τί σοι ⸂ὄνομά ἐστιν ; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
BSB
BSB:
“What is your name?”
Jesus asked. “Legion,” he replied, because many demons had gone into him.
31
SBLGNT
καὶ ⸀παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
BSB
BSB:
And the demons kept begging Jesus not to order them to go into the Abyss.
32
SBLGNT
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένη ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
BSB
BSB:
There on the hillside a large herd of pigs was feeding. So the demons begged Jesus to let them enter the pigs, and He gave them permission.
33
SBLGNT
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
BSB
BSB:
Then the demons came out of the man and went into the pigs, and the herd rushed down the steep bank into the lake and was drowned.
34
SBLGNT
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
BSB
BSB:
When those tending the pigs saw what had happened, they ran off and reported this in the town and countryside.
35
SBLGNT
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
BSB
BSB:
So the people went out to see what had happened. They came to Jesus and found the man whom the demons had left, sitting at Jesus’ feet, clothed and in his right mind; and they were afraid.
36
SBLGNT
ἀπήγγειλαν δὲ ⸀αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
BSB
BSB:
Meanwhile, those who had seen it reported how the demon-possessed man had been healed.
37
SBLGNT
καὶ ⸀ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶν ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰς πλοῖον ὑπέστρεψεν.
BSB
BSB:
Then all the people of the region of the Gerasenes asked Jesus to depart from them, because great fear had taken hold of them. So He got into the boat and started back.
38
SBLGNT
ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸν λέγων·
BSB
BSB:
The man whom the demons had left begged to go with Jesus. But He sent him away, saying,
39
SBLGNT
Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
BSB
BSB:
“Return home and describe how much God has done for you.”
So the man went away and proclaimed all over the town how much Jesus had done for him.
40
SBLGNT
⸂Ἐν δὲ τῷ ⸀ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
BSB
BSB:
When Jesus returned, the crowd welcomed Him, for they had all been waiting for Him.
41
SBLGNT
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
BSB
BSB:
Just then a synagogue leader named Jairus came and fell at Jesus’ feet. He begged Him to come to his house,
42
SBLGNT
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
BSB
BSB:
because his only daughter, who was about twelve, was dying. As Jesus went with him, the crowds pressed around Him,
43
SBLGNT
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ⸀ἀπʼ οὐδενὸς θεραπευθῆναι,
BSB
BSB:
including a woman who had suffered from bleeding for twelve years. She had spent all her money on physicians, but no one was able to heal her.
44
SBLGNT
προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
BSB
BSB:
She came up behind Jesus and touched the fringe of His cloak, and immediately her bleeding stopped.
45
SBLGNT
καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀Πέτρος Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν.
BSB
BSB:
“Who touched Me?”
Jesus asked. But they all denied it. “Master,” said Peter, “the people are crowding and pressing against You.”
46
SBLGNT
ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ.
BSB
BSB:
But Jesus declared,
“Someone touched Me, for I know that power has gone out from Me.”
47
SBLGNT
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
BSB
BSB:
Then the woman, seeing that she could not escape notice, came trembling and fell down before Him. In the presence of all the people, she explained why she had touched Him and how she had immediately been healed.
48
SBLGNT
ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
BSB
BSB:
“Daughter,”
said Jesus,
“your faith has healed you. Go in peace.”
49
SBLGNT
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτι σκύλλε τὸν διδάσκαλον.
BSB
BSB:
While He was still speaking, someone arrived from the house of the synagogue leader. “Your daughter is dead,” he told Jairus. “Do not bother the Teacher anymore.”
50
SBLGNT
ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷ Μὴ φοβοῦ, μόνον ⸀πίστευσον καὶ σωθήσεται.
BSB
BSB:
But Jesus overheard them and said to Jairus,
“Do not be afraid; just believe, and she will be healed.”
51
SBLGNT
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
BSB
BSB:
When He entered the house, He did not allow anyone to go in with Him except Peter, John, James, and the child’s father and mother.
52
SBLGNT
ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.
BSB
BSB:
Meanwhile, everyone was weeping and mourning for her. But Jesus said,
“Stop weeping; she is not dead but asleep.”
53
SBLGNT
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
BSB
BSB:
And they laughed at Him, knowing that she was dead.
54
SBLGNT
αὐτὸς ⸀δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρε
BSB
BSB:
But Jesus took her by the hand and called out,
“Child, get up!”
55
SBLGNT
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
BSB
BSB:
Her spirit returned, and at once she got up. And He directed that she be given something to eat.
56
SBLGNT
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
BSB
BSB:
Her parents were astounded, but Jesus ordered them not to tell anyone what had happened.
Chapter complete
You’ve read Luke 8
Chapter 8 of 24 in Luke
Up next
Luke 9
Read Luke 9
Back to Luke 7
Go deeper
Commentary
What the commentators say on Luke 8
A question this chapter raises
Was Jesus married?
SBLGNT
SBL Greek New Testament. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0 (creativecommons.org/licenses/by/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Luke 7
Luke 8
Luke 9