1 STV Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε BSB BSB: Now about the collection for the saints, you are to do as I directed the churches of Galatia:
2 STV κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται BSB BSB: On the first day of every week, each of you should set aside a portion of his income, saving it up, so that when I come no collections will be needed.
3 STV ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· BSB BSB: Then, on my arrival, I will send letters with those you recommend to carry your gift to Jerusalem.
4 STV ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται BSB BSB: And if it is advisable for me to go also, they can travel with me.
5 STV Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι BSB BSB: After I go through Macedonia, however, I will come to you; for I will be going through Macedonia.
6 STV πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι BSB BSB: Perhaps I will stay with you awhile, or even spend the winter, so that you can help me on my journey, wherever I go.
7 STV οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ κύριος ἐπιτρέπῃ BSB BSB: For I do not want to see you now only in passing; I hope to spend some time with you, if the Lord permits.
8 STV ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· BSB BSB: But I will stay in Ephesus until Pentecost,
9 STV θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί BSB BSB: because a great door for effective work has opened to me, even though many oppose me.
10 STV Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ BSB BSB: If Timothy comes, see to it that he has nothing to fear while he is with you, for he is doing the work of the Lord, just as I am.
11 STV μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν BSB BSB: No one, then, should treat him with contempt. Send him on his way in peace so that he can return to me, for I am expecting him along with the brothers.
12 STV Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ BSB BSB: Now about our brother Apollos: I strongly urged him to go to you with the brothers. He was not at all inclined to go now, but he will go when he has the opportunity.
13 STV Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε BSB BSB: Be on the alert. Stand firm in the faith. Be men of courage. Be strong.
14 STV πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω BSB BSB: Do everything in love.
15 STV Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· BSB BSB: You know that Stephanas and his household were the first converts in Achaia, and they have devoted themselves to the service of the saints. Now I urge you, brothers,
16 STV ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι BSB BSB: to submit to such as these, and to every fellow worker and laborer.
17 STV χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ φουρτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· BSB BSB: I am glad that Stephanas, Fortunatus, and Achaicus have arrived, because they have supplied what was lacking from you.
18 STV ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους BSB BSB: For they refreshed my spirit and yours as well. Show your appreciation, therefore, to such men.
20 STV ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ BSB BSB: All the brothers here send you greetings. Greet one another with a holy kiss.
21 STV Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου BSB BSB: This greeting is in my own hand—Paul.
22 STV εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα Μαρὰν ἀθα BSB BSB: If anyone does not love the Lord, let him be under a curse. Come, O Lord!
23 STV ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν BSB BSB: The grace of the Lord Jesus be with you.
24 STV ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ ἀμήν πρός Κορινθίους πρώτη ἐγράφη ἀπό Φιλίππων διά Στεφανᾶ καί φουρτουνάτου καί Ἀχαϊκοῦ καί Τιμοθέου BSB BSB: My love be with all of you in Christ Jesus. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.