1 STV Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· BSB BSB: Paul, an apostle of Christ Jesus by the will of God, and Timothy our brother, To the church of God in Corinth, together with all the saints throughout Achaia:
2 STV χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
3 STV Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως BSB BSB: Blessed be the God and Father of our Lord Jesus Christ, the Father of compassion and the God of all comfort,
4 STV ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἡς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ· BSB BSB: who comforts us in all our troubles, so that we can comfort those in any trouble with the comfort we ourselves have received from God.
5 STV ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς οὕτως διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν BSB BSB: For just as the sufferings of Christ overflow to us, so also through Christ our comfort overflows.
6 STV εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, καὶ ἥ ἐλπίς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν BSB BSB: If we are afflicted, it is for your comfort and salvation; if we are comforted, it is for your comfort, which accomplishes in you patient endurance of the same sufferings we experience.
7 STV εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων οὕτως καὶ τῆς παρακλήσεως BSB BSB: And our hope for you is sure, because we know that just as you share in our sufferings, so also you will share in our comfort.
8 STV Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· BSB BSB: We do not want you to be unaware, brothers, of the hardships we encountered in the province of Asia. We were under a burden far beyond our ability to endure, so that we despaired even of life.
9 STV ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· BSB BSB: Indeed, we felt we were under the sentence of death, in order that we would not trust in ourselves, but in God, who raises the dead.
10 STV ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται BSB BSB: He has delivered us from such a deadly peril, and He will deliver us. In Him we have placed our hope that He will yet again deliver us,
11 STV συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν BSB BSB: as you help us by your prayers. Then many will give thanks on our behalf for the favor shown us in answer to their prayers.
12 STV Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ θεοῦ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ περισσοτέρως δὲ πρὸς ὑμᾶς BSB BSB: For this is our boast: Our conscience testifies that we have conducted ourselves in the world, and especially in relation to you, in the holiness and sincerity that are from God—not in worldly wisdom, but in the grace of God.
13 STV οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε BSB BSB: For we do not write you anything that is beyond your ability to read and understand. And I hope that you will understand us completely,
14 STV καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ BSB BSB: as you have already understood us in part, that you may boast of us just as we will boast of you in the day of our Lord Jesus.
15 STV Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον ἵνα δευτέραν χάριν ἔχῆτε· BSB BSB: Confident of this, I planned to visit you first, so that you might receive a double blessing.
16 STV καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν BSB BSB: I wanted to visit you on my way to Macedonia, and to return to you from Macedonia, and then to have you help me on my way to Judea.
17 STV τοῦτο οὖν βουλευόμενος μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ BSB BSB: When I planned this, did I do it carelessly? Or do I make my plans by human standards, so as to say “Yes, yes” and also “No, no”?
18 STV πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ BSB BSB: But as surely as God is faithful, our message to you is not “Yes” and “No.”
19 STV ὁ γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν BSB BSB: For the Son of God, Jesus Christ, who was proclaimed among you by me and Silvanus and Timothy, was not “Yes” and “No,” but in Him it has always been “Yes.”
20 STV ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ Ναί· καὶ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν BSB BSB: For all the promises of God are “Yes” in Christ. And so through Him, our “Amen” is spoken to the glory of God.
21 STV ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός BSB BSB: Now it is God who establishes both us and you in Christ. He anointed us,
22 STV ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν BSB BSB: placed His seal on us, and put His Spirit in our hearts as a pledge of what is to come.
23 STV Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον BSB BSB: I call God as my witness that it was in order to spare you that I did not return to Corinth.
24 STV οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε BSB BSB: Not that we lord it over your faith, but we are fellow workers with you for your joy, because it is by faith that you stand firm.
Select verses for actions: Enter goes to them and Escape comes back.