1 STV Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς BSB BSB: At this time a man named Lazarus was sick. He lived in Bethany, the village of Mary and her sister Martha.
2 STV ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἡς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει BSB BSB: (Mary, whose brother Lazarus was sick, was to anoint the Lord with perfume and wipe His feet with her hair.)
3 STV ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ BSB BSB: So the sisters sent word to Jesus, “Lord, the one You love is sick.”
4 STV ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς BSB BSB: When Jesus heard this, He said, “This sickness will not end in death. No, it is for the glory of God, so that the Son of God may be glorified through it.”
5 STV ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον BSB BSB: Now Jesus loved Martha and her sister and Lazarus.
6 STV ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας BSB BSB: So on hearing that Lazarus was sick, He stayed where He was for two days,
7 STV ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν BSB BSB: and then He said to the disciples, “Let us go back to Judea.”
8 STV λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ BSB BSB: “Rabbi,” they replied, “the Jews just tried to stone You, and You are going back there?”
9 STV ἀπεκρίθη ὁ Ἰησοῦς Οὐχὶ δώδεκα εἰσιν ὧραί τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· BSB BSB: Jesus answered, “Are there not twelve hours of daylight? If anyone walks in the daytime, he will not stumble, because he sees by the light of this world.
10 STV ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ BSB BSB: But if anyone walks at night, he will stumble, because he has no light.”
11 STV ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν BSB BSB: After He had said this, He told them, “Our friend Lazarus has fallen asleep, but I am going there to wake him up.”
12 STV εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, Κύριε εἰ κεκοίμηται σωθήσεται BSB BSB: His disciples replied, “Lord, if he is sleeping, he will get better.”
13 STV εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει BSB BSB: They thought that Jesus was talking about actual sleep, but He was speaking about the death of Lazarus.
14 STV τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν BSB BSB: So Jesus told them plainly, “Lazarus is dead,
15 STV καὶ χαίρω δι’ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ’ ἄγωμεν πρὸς αὐτόν BSB BSB: and for your sake I am glad I was not there, so that you may believe. But let us go to him.”
16 STV εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ BSB BSB: Then Thomas called Didymus said to his fellow disciples, “Let us also go, so that we may die with Him.”
17 STV Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ BSB BSB: When Jesus arrived, He found that Lazarus had already spent four days in the tomb.
18 STV ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε BSB BSB: Now Bethany was near Jerusalem, a little less than two miles away,
19 STV καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν BSB BSB: and many of the Jews had come to Martha and Mary to console them in the loss of their brother.
20 STV ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο BSB BSB: So when Martha heard that Jesus was coming, she went out to meet Him, but Mary stayed at home.
21 STV εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε εἰ ἦς ὧδε ὁ ἀδελφός μου· οὐκ ἂν ἐτεθνήκει BSB BSB: Martha said to Jesus, “Lord, if You had been here, my brother would not have died.
22 STV ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός BSB BSB: But even now I know that God will give You whatever You ask of Him.”
23 STV λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου BSB BSB: “Your brother will rise again,” Jesus told her.
24 STV λέγει αὐτῷ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ BSB BSB: Martha replied, “I know that he will rise again in the resurrection at the last day.”
25 STV εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται BSB BSB: Jesus said to her, “I am the resurrection and the life. Whoever believes in Me will live, even though he dies.
26 STV καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο BSB BSB: And everyone who lives and believes in Me will never die. Do you believe this?”
27 STV λέγει αὐτῷ Ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος BSB BSB: “Yes, Lord,” she answered, “I believe that You are the Christ, the Son of God, who was to come into the world.”
28 STV Καὶ ταῦτά εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε BSB BSB: After Martha had said this, she went back and called her sister Mary aside to tell her, “The Teacher is here and is asking for you.”
29 STV ἐκείνη ὡς ἤκουσεν ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν· BSB BSB: And when Mary heard this, she got up quickly and went to Him.
30 STV οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην ἀλλ’ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα BSB BSB: Now Jesus had not yet entered the village, but was still at the place where Martha had met Him.
31 STV οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ λέγοντες, ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ BSB BSB: When the Jews who were in the house consoling Mary saw how quickly she got up and went out, they followed her, supposing she was going to the tomb to mourn there.
32 STV ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα αὐτῷ Κύριε εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν μου ὁ ἀδελφός BSB BSB: When Mary came to Jesus and saw Him, she fell at His feet and said, “Lord, if You had been here, my brother would not have died.”
34 STV καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ Κύριε ἔρχου καὶ ἴδε BSB BSB: “Where have you put him?” He asked. “Come and see, Lord,” they answered.
36 STV ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν BSB BSB: Then the Jews said, “See how He loved him!”
37 STV τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ BSB BSB: But some of them asked, “Could not this man who opened the eyes of the blind also have kept Lazarus from dying?”
38 STV Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ BSB BSB: Jesus, once again deeply moved, came to the tomb. It was a cave with a stone laid across the entrance.
39 STV λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα Κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν BSB BSB: “Take away the stone,” Jesus said. “Lord, by now he stinks,” said Martha, the sister of the dead man. “It has already been four days.”
40 STV λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ θεοῦ BSB BSB: Jesus replied, “Did I not tell you that if you believed, you would see the glory of God?”
41 STV ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κειμένος ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου BSB BSB: So they took away the stone. Then Jesus lifted His eyes upward and said, “Father, I thank You that You have heard Me.
42 STV ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας BSB BSB: I knew that You always hear Me, but I say this for the benefit of the people standing here, so they may believe that You sent Me.”
43 STV καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω BSB BSB: After Jesus had said this, He called out in a loud voice, “Lazarus, come out!”
44 STV καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν BSB BSB: The man who had been dead came out with his hands and feet bound in strips of linen, and his face wrapped in a cloth. “Unwrap him and let him go,” Jesus told them.
45 STV Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν· BSB BSB: Therefore many of the Jews who had come to Mary, and had seen what Jesus did, believed in Him.
46 STV τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς BSB BSB: But some of them went to the Pharisees and told them what Jesus had done.
47 STV συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ BSB BSB: Then the chief priests and Pharisees convened the Sanhedrin and said, “What are we to do? This man is performing many signs.
48 STV ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος BSB BSB: If we let Him go on like this, everyone will believe in Him, and then the Romans will come and take away both our place and our nation.”
49 STV εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν BSB BSB: But one of them, named Caiaphas, who was high priest that year, said to them, “You know nothing at all!
50 STV οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται BSB BSB: You do not realize that it is better for you that one man die for the people than that the whole nation perish.”
51 STV τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους BSB BSB: Caiaphas did not say this on his own. Instead, as high priest that year, he was prophesying that Jesus would die for the nation,
52 STV καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν BSB BSB: and not only for the nation, but also for the scattered children of God, to gather them together into one.
53 STV ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν BSB BSB: So from that day on they plotted to kill Him.
54 STV Ἰησοῦς οὖν οὐκ ἔτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ BSB BSB: As a result, Jesus no longer went about publicly among the Jews, but He withdrew to a town called Ephraim in an area near the wilderness. And He stayed there with the disciples.
55 STV Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς BSB BSB: Now the Jewish Passover was near, and many people went up from the country to Jerusalem to purify themselves before the Passover.
56 STV ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες Τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν BSB BSB: They kept looking for Jesus and asking one another as they stood in the temple courts, “What do you think? Will He come to the feast at all?”
57 STV δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν BSB BSB: But the chief priests and Pharisees had given orders that anyone who knew where He was must report it, so that they could arrest Him.
Select verses for actions: Enter goes to them and Escape comes back.