1 STV Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· BSB BSB: “Truly, truly, I tell you, whoever does not enter the sheepfold by the gate, but climbs in some other way, is a thief and a robber.
2 STV ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων BSB BSB: But the one who enters by the gate is the shepherd of the sheep.
3 STV τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά BSB BSB: The gatekeeper opens the gate for him, and the sheep listen for his voice. He calls his own sheep by name and leads them out.
4 STV καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· BSB BSB: When he has brought out all his own, he goes on ahead of them, and his sheep follow him because they know his voice.
5 STV ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν BSB BSB: But they will never follow a stranger; in fact, they will flee from him because they do not recognize his voice.”
6 STV Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς BSB BSB: Jesus spoke to them using this illustration, but they did not understand what He was telling them.
7 STV Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων BSB BSB: So He said to them again, “Truly, truly, I tell you, I am the gate for the sheep.
8 STV πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα BSB BSB: All who came before Me were thieves and robbers, but the sheep did not listen to them.
9 STV ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει BSB BSB: I am the gate. If anyone enters through Me, he will be saved. He will come in and go out and find pasture.
10 STV ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν BSB BSB: The thief comes only to steal and kill and destroy. I have come that they may have life, and have it in all its fullness.
12 STV ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν οὗ οὐκ εἰσιν τὰ πρόβατα ἴδια θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα BSB BSB: The hired hand is not the shepherd, and the sheep are not his own. When he sees the wolf coming, he abandons the sheep and runs away. Then the wolf pounces on them and scatters the flock.
13 STV ὁ δὲ μισθωτός φεύγει, ὅτι μισθωτὸς ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων BSB BSB: The man runs away because he is a hired servant and is unconcerned for the sheep.
14 STV Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν BSB BSB: I am the good shepherd. I know My sheep and My sheep know Me,
15 STV καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων BSB BSB: just as the Father knows Me and I know the Father. And I lay down My life for the sheep.
19 STV Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους BSB BSB: Again there was division among the Jews because of Jesus’ message.
20 STV ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε BSB BSB: Many of them said, “He is demon-possessed and insane. Why would you listen to Him?”
21 STV ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν BSB BSB: But others replied, “These are not the words of a man possessed by a demon. Can a demon open the eyes of the blind?”
23 STV καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος BSB BSB: and Jesus was walking in the temple courts in Solomon’s Colonnade.
24 STV ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ ὁ Χριστός εἰπὲ ἡμῖν παρρησίᾳ BSB BSB: So the Jews gathered around Him and demanded, “How long will You keep us in suspense? If You are the Christ, tell us plainly.”
25 STV ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· BSB BSB: “I already told you,” Jesus replied, “but you did not believe. The works I do in My Father’s name testify on My behalf.
26 STV ἀλλ’ ὑμεῖς οὐ πιστεύετε οὐ γὰρ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν καθὼς εἶπον ὑμῖν BSB BSB: But because you are not My sheep, you refuse to believe.
28 STV κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου BSB BSB: I give them eternal life, and they will never perish. No one can snatch them out of My hand.
29 STV ὁ πατήρ μου ὃς δέδωκέν μοι μεῖζών πάντων ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου BSB BSB: My Father who has given them to Me is greater than all. No one can snatch them out of My Father’s hand.
31 STV Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν BSB BSB: At this, the Jews again picked up stones to stone Him.
32 STV ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετε μὲ BSB BSB: But Jesus responded, “I have shown you many good works from the Father. For which of these do you stone Me?”
33 STV ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν BSB BSB: “We are not stoning You for any good work,” said the Jews, “but for blasphemy, because You, who are a man, make Yourself out to be God.”
34 STV ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν Ἐγὼ εἶπα Θεοί ἐστε BSB BSB: Jesus replied, “Is it not written in your Law: ‘I have said you are gods’?
35 STV εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι ἡ γραφή BSB BSB: If he called them gods to whom the word of God came—and the Scripture cannot be broken—
36 STV ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς ὅτι εἶπον Υἱὸς τοῦ θεοῦ εἰμι BSB BSB: then what about the One whom the Father sanctified and sent into the world? How then can you accuse Me of blasphemy for stating that I am the Son of God?
37 STV εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι· BSB BSB: If I am not doing the works of My Father, then do not believe Me.
38 STV εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ BSB BSB: But if I am doing them, even though you do not believe Me, believe the works themselves, so that you may know and understand that the Father is in Me, and I am in the Father.”
39 STV Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν BSB BSB: At this, they tried again to seize Him, but He escaped their grasp.
40 STV Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ BSB BSB: Then Jesus went back across the Jordan to the place where John had first been baptizing, and He stayed there.
41 STV καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν BSB BSB: Many came to Him and said, “Although John never performed a sign, everything he said about this man was true.”
42 STV καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτὸν BSB BSB: And many in that place believed in Jesus.
Select verses for actions: Enter goes to them and Escape comes back.