3 STV ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ BSB BSB: Jesus answered, “Neither this man nor his parents sinned, but this happened so that the works of God would be displayed in him.
4 STV ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι BSB BSB: While it is daytime, we must do the works of Him who sent Me. Night is coming, when no one can work.
5 STV ὅταν ἐν τῷ κόσμῳ ὦ φῶς εἰμι τοῦ κόσμου BSB BSB: While I am in the world, I am the light of the world.”
6 STV ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, BSB BSB: When Jesus had said this, He spit on the ground, made some mud, and applied it to the man’s eyes.
8 STV Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν BSB BSB: At this, his neighbors and those who had formerly seen him begging began to ask, “Isn’t this the man who used to sit and beg?”
9 STV ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν ἄλλοι δὲ, ὅτι ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι BSB BSB: Some claimed that he was, but others said, “No, he just looks like him.” But the man kept saying, “I am the one.”
10 STV ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί BSB BSB: “How then were your eyes opened?” they asked.
11 STV ἀπεκρίθη ἐκεῖνος καὶ εἶπέν ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν, μοι Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα BSB BSB: He answered, “The man they call Jesus made some mud and anointed my eyes, and He told me to go to Siloam and wash. So I went and washed and received my sight.”
12 STV εἶπον οὖν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος λέγει Οὐκ οἶδα BSB BSB: “Where is He?” they asked. “I do not know,” he answered.
13 STV Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν BSB BSB: They brought to the Pharisees the man who had been blind.
14 STV ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς BSB BSB: Now the day on which Jesus had made the mud and opened his eyes was a Sabbath.
15 STV πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου καὶ ἐνιψάμην καὶ βλέπω BSB BSB: So the Pharisees also asked him how he had received his sight. The man answered, “He put mud on my eyes, and I washed, and now I can see.”
16 STV ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος Οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς BSB BSB: Because of this, some of the Pharisees said, “This man is not from God, for He does not keep the Sabbath.” But others said, “How can a sinful man perform such signs?” And there was division among them.
17 STV λέγουσιν τῷ τυφλῷ πάλιν σὺ Τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν BSB BSB: So once again they asked the man who had been blind, “What do you say about Him, since it was your eyes He opened?” “He is a prophet,” the man replied.
18 STV Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος BSB BSB: The Jews still did not believe that the man had been blind and had received his sight until they summoned his parents
19 STV καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν ἄρτι βλέπει BSB BSB: and asked, “Is this your son, the one you say was born blind? So how is it that he can now see?”
20 STV ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· BSB BSB: His parents answered, “We know he is our son, and we know he was born blind.
21 STV πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει BSB BSB: But how he can now see or who opened his eyes, we do not know. Ask him. He is old enough to speak for himself.”
22 STV ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται BSB BSB: His parents said this because they were afraid of the Jews. For the Jews had already determined that anyone who confessed Jesus as the Christ would be put out of the synagogue.
23 STV διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι Ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε BSB BSB: That was why his parents said, “He is old enough. Ask him.”
24 STV Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν BSB BSB: So a second time they called for the man who had been blind and said, “Give glory to God! We know that this man is a sinner.”
25 STV ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω BSB BSB: He answered, “Whether He is a sinner I do not know. There is one thing I do know: I was blind, but now I see!”
26 STV εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς BSB BSB: “What did He do to you?” they asked. “How did He open your eyes?”
27 STV ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι BSB BSB: He replied, “I already told you, and you did not listen. Why do you want to hear it again? Do you also want to become His disciples?”
28 STV ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον Σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί· BSB BSB: Then they heaped insults on him and said, “You are His disciple; we are disciples of Moses.
29 STV ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν BSB BSB: We know that God spoke to Moses, but we do not know where this man is from.”
30 STV ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς BSB BSB: “That is remarkable indeed!” the man said. “You do not know where He is from, and yet He opened my eyes.
31 STV οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει BSB BSB: We know that God does not listen to sinners, but He does listen to the one who worships Him and does His will.
32 STV ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· BSB BSB: Never before has anyone heard of opening the eyes of a man born blind.
33 STV εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν BSB BSB: If this man were not from God, He could do no such thing.”
34 STV ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω BSB BSB: They replied, “You were born in utter sin, and you are instructing us?” And they threw him out.
35 STV Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ BSB BSB: When Jesus heard that they had thrown him out, He found the man and said, “Do you believe in the Son of Man?”
36 STV ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν BSB BSB: “Who is He, Sir?” he replied. “Tell me so that I may believe in Him.”
37 STV εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν BSB BSB: “You have already seen Him,” Jesus answered. “He is the One speaking with you.”
38 STV ὁ δὲ ἔφη Πιστεύω κύριε· καὶ προσεκύνησεν αὐτῷ BSB BSB: “Lord, I believe,” he said. And he worshiped Jesus.
39 STV καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται BSB BSB: Then Jesus declared, “For judgment I have come into this world, so that the blind may see and those who see may become blind.”
40 STV καὶ Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ’ αὐτοῦ καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν BSB BSB: Some of the Pharisees who were with Him heard this, and they asked Him, “Are we blind too?”
41 STV εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν ἡ οὖν ἁμαρτία ὑμῶν μένει BSB BSB: “If you were blind,” Jesus replied, “you would not be guilty of sin. But since you claim you can see, your guilt remains.”
Select verses for actions: Enter goes to them and Escape comes back.