1 STV Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς BSB BSB: It was now just before the Passover Feast, and Jesus knew that His hour had come to leave this world and return to the Father. Having loved His own who were in the world, He loved them to the very end.
2 STV καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, BSB BSB: The evening meal was underway, and the devil had already put into the heart of Judas, the son of Simon Iscariot, to betray Jesus.
3 STV εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει BSB BSB: Jesus knew that the Father had delivered all things into His hands, and that He had come from God and was returning to God.
4 STV ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· BSB BSB: So He got up from the supper, laid aside His outer garments, and wrapped a towel around His waist.
5 STV εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος BSB BSB: After that, He poured water into a basin and began to wash the disciples’ feet and dry them with the towel that was around Him.
6 STV ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, Κύριε σύ μου νίπτεις τοὺς πόδας BSB BSB: He came to Simon Peter, who asked Him, “Lord, are You going to wash my feet?”
7 STV ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα BSB BSB: Jesus replied, “You do not realize now what I am doing, but later you will understand.”
8 STV λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ BSB BSB: “Never shall You wash my feet!” Peter told Him. Jesus answered, “Unless I wash you, you have no part with Me.”
9 STV λέγει αὐτῷ Σίμων Πέτρος Κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν BSB BSB: “Then, Lord,” Simon Peter replied, “not only my feet, but my hands and my head as well!”
10 STV λέγει αὐτῷ ὁ Ἰησοῦς Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ’ οὐχὶ πάντες BSB BSB: Jesus told him, “Whoever has already bathed needs only to wash his feet, and he will be completely clean. And you are clean, though not all of you.”
11 STV ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν Οὐχὶ πάντες καθαροί ἐστε BSB BSB: For He knew who would betray Him. That is why He said, “Not all of you are clean.”
12 STV Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ἀναπεσών πάλιν εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν BSB BSB: When Jesus had washed their feet and put on His outer garments, He reclined with them again and asked, “Do you know what I have done for you?
13 STV ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ BSB BSB: You call Me Teacher and Lord, and rightly so, because I am.
14 STV εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· BSB BSB: So if I, your Lord and Teacher, have washed your feet, you also should wash one another’s feet.
15 STV ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε BSB BSB: I have set you an example so that you should do as I have done for you.
16 STV ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν BSB BSB: Truly, truly, I tell you, no servant is greater than his master, nor is a messenger greater than the one who sent him.
17 STV εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά BSB BSB: If you know these things, you will be blessed if you do them.
18 STV οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὕς ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ BSB BSB: I am not speaking about all of you; I know whom I have chosen. But this is to fulfill the Scripture: ‘The one who shares My bread has lifted up his heel against Me.’
19 STV ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι BSB BSB: I am telling you now before it happens, so that when it comes to pass, you will believe that I am He.
20 STV ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με BSB BSB: Truly, truly, I tell you, whoever receives the one I send receives Me, and whoever receives Me receives the One who sent Me.”
21 STV Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με BSB BSB: After Jesus had said this, He became troubled in spirit and testified, “Truly, truly, I tell you, one of you will betray Me.”
22 STV ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει BSB BSB: The disciples looked at one another, perplexed as to which of them He meant.
23 STV ἦν δέ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς· BSB BSB: One of His disciples, the one whom Jesus loved, was reclining at His side.
24 STV νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει BSB BSB: So Simon Peter motioned to him to ask Jesus which one He was talking about.
25 STV ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε τίς ἐστιν BSB BSB: Leaning back against Jesus, he asked, “Lord, who is it?”
26 STV ἀποκρίνεται ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη BSB BSB: Jesus answered, “It is the one to whom I give this morsel after I have dipped it.” Then He dipped the morsel and gave it to Judas son of Simon Iscariot.
27 STV καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον BSB BSB: And when Judas had taken the morsel, Satan entered into him. Then Jesus said to Judas, “What you are about to do, do quickly.”
28 STV τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· BSB BSB: But no one at the table knew why Jesus had said this to him.
29 STV τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ BSB BSB: Since Judas kept the money bag, some thought that Jesus was telling him to buy what was needed for the feast, or to give something to the poor.
30 STV λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν ἦν δὲ νύξ BSB BSB: As soon as he had received the morsel, Judas went out into the night.
31 STV Ὅτε ἐξῆλθεν λέγει ὁ Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· BSB BSB: When Judas had gone out, Jesus said, “Now the Son of Man is glorified, and God is glorified in Him.
32 STV εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν BSB BSB: If God is glorified in Him, God will also glorify the Son in Himself—and will glorify Him at once.
33 STV τεκνία ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι BSB BSB: Little children, I am with you only a little while longer. You will look for Me, and as I said to the Jews, so now I say to you: ‘Where I am going, you cannot come.’
35 STV ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις BSB BSB: By this everyone will know that you are My disciples, if you love one another.”
36 STV Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ὕστερον δὲ ἀκολουθήσεις μοι BSB BSB: “Lord, where are You going?” Simon Peter asked. Jesus answered, “Where I am going, you cannot follow Me now, but you will follow later.”
37 STV λέγει αὐτῷ ὁ Πέτρος Κύριε διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω BSB BSB: “Lord,” said Peter, “why can’t I follow You now? I will lay down my life for You.”
38 STV ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς BSB BSB: “Will you lay down your life for Me?” Jesus replied. “Truly, truly, I tell you, before the rooster crows, you will deny Me three times.
Select verses for actions: Enter goes to them and Escape comes back.