2 STV ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν BSB BSB: For with the same judgment you pronounce, you will be judged, and with the measure you use, it will be measured to you.
3 STV τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς BSB BSB: Why do you look at the speck in your brother’s eye but fail to notice the beam in your own eye?
4 STV ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ BSB BSB: How can you say to your brother, ‘Let me take the speck out of your eye,’ while there is still a beam in your own eye?
5 STV ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου BSB BSB: You hypocrite! First take the beam out of your own eye, and then you will see clearly to remove the speck from your brother’s eye.
6 STV Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς BSB BSB: Do not give dogs what is holy; do not throw your pearls before swine. If you do, they may trample them under their feet, and then turn and tear you to pieces.
7 STV Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· BSB BSB: Ask, and it will be given to you; seek, and you will find; knock, and the door will be opened to you.
8 STV πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται BSB BSB: For everyone who asks receives; he who seeks finds; and to him who knocks, the door will be opened.
9 STV ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ; BSB BSB: Which of you, if his son asks for bread, will give him a stone?
10 STV καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ BSB BSB: Or if he asks for a fish, will give him a snake?
11 STV εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν BSB BSB: So if you who are evil know how to give good gifts to your children, how much more will your Father in heaven give good things to those who ask Him!
12 STV Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται BSB BSB: In everything, then, do to others as you would have them do to you. For this is the essence of the Law and the Prophets.
13 STV Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· BSB BSB: Enter through the narrow gate. For wide is the gate and broad is the way that leads to destruction, and many enter through it.
14 STV ὅτί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν BSB BSB: But small is the gate and narrow the way that leads to life, and only a few find it.
15 STV Προσέχετε δέ ἀπὸ τῶν ψευδοπροφητῶν οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων ἔσωθεν δὲ εἰσιν λύκοι ἅρπαγες BSB BSB: Beware of false prophets. They come to you in sheep’s clothing, but inwardly they are ravenous wolves.
17 STV οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ BSB BSB: Likewise, every good tree bears good fruit, but a bad tree bears bad fruit.
18 STV οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν BSB BSB: A good tree cannot bear bad fruit, and a bad tree cannot bear good fruit.
19 STV πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται BSB BSB: Every tree that does not bear good fruit is cut down and thrown into the fire.
20 STV ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς BSB BSB: So then, by their fruit you will recognize them.
22 STV πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε κύριε οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν BSB BSB: Many will say to Me on that day, ‘Lord, Lord, did we not prophesy in Your name, and in Your name drive out demons and perform many miracles?’
23 STV καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν BSB BSB: Then I will tell them plainly, ‘I never knew you; depart from Me, you workers of lawlessness!’
24 STV Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· BSB BSB: Therefore everyone who hears these words of Mine and acts on them is like a wise man who built his house on the rock.
25 STV καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν BSB BSB: The rain fell, the torrents raged, and the winds blew and beat against that house; yet it did not fall, because its foundation was on the rock.
26 STV καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· BSB BSB: But everyone who hears these words of Mine and does not act on them is like a foolish man who built his house on sand.
27 STV καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη BSB BSB: The rain fell, the torrents raged, and the winds blew and beat against that house, and it fell—and great was its collapse!”
28 STV Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· BSB BSB: When Jesus had finished saying these things, the crowds were astonished at His teaching,
29 STV ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς BSB BSB: because He taught as one who had authority, and not as their scribes.