1 STV Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί BSB BSB: When Jesus came down from the mountain, large crowds followed Him.
2 STV καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι BSB BSB: Suddenly a leper came and knelt before Him, saying, “Lord, if You are willing, You can make me clean.”
3 STV καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων, Θέλω καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα BSB BSB: Jesus reached out His hand and touched the man. “I am willing,” He said. “Be clean!” And immediately his leprosy was cleansed.
4 STV καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς, ἀλλ’ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς BSB BSB: Then Jesus instructed him, “See that you don’t tell anyone. But go, show yourself to the priest and offer the gift prescribed by Moses, as a testimony to them.”
5 STV Εἰσελθόντι δὲ τῷ Ἰησοῦ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν BSB BSB: When Jesus had entered Capernaum, a centurion came and pleaded with Him,
6 STV καὶ λέγων, Κύριε ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος BSB BSB: “Lord, my servant lies at home, paralyzed and in terrible agony.”
7 STV καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν BSB BSB: “I will go and heal him,” Jesus replied.
8 STV καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου BSB BSB: The centurion answered, “Lord, I am not worthy to have You come under my roof. But just say the word, and my servant will be healed.
9 STV καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ. Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ BSB BSB: For I myself am a man under authority, with soldiers under me. I tell one to go, and he goes, and another to come, and he comes. I tell my servant to do something, and he does it.”
10 STV ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον BSB BSB: When Jesus heard this, He marveled and said to those following Him, “Truly I tell you, I have not found anyone in Israel with such great faith.
11 STV λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν BSB BSB: I say to you that many will come from the east and the west to share the banquet with Abraham, Isaac, and Jacob in the kingdom of heaven.
12 STV οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων BSB BSB: But the sons of the kingdom will be thrown into the outer darkness, where there will be weeping and gnashing of teeth.”
13 STV καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, Ὕπαγε καὶ ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ BSB BSB: Then Jesus said to the centurion, “Go! As you have believed, so will it be done for you.” And his servant was healed at that very hour.
15 STV καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτοῖς BSB BSB: So He touched her hand, and the fever left her, and she got up and began to serve Him.
16 STV Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν BSB BSB: When evening came, many who were demon-possessed were brought to Jesus, and He drove out the spirits with a word and healed all the sick.
17 STV ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν BSB BSB: This was to fulfill what was spoken through the prophet Isaiah: “He took up our infirmities and carried our diseases.”
18 STV Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν BSB BSB: When Jesus saw a large crowd around Him, He gave orders to cross to the other side of the sea.
19 STV καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ BSB BSB: And one of the scribes came to Him and said, “Teacher, I will follow You wherever You go.”
20 STV καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ BSB BSB: Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.”
21 STV ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου BSB BSB: Another of His disciples requested, “Lord, first let me go and bury my father.”
22 STV ὁ δὲ Ἰησοῦς εῖπεν αὐτῷ Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς BSB BSB: But Jesus told him, “Follow Me, and let the dead bury their own dead.”
23 STV Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ BSB BSB: When He got into the boat, His disciples followed Him.
24 STV καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων αὐτὸς δὲ ἐκάθευδεν BSB BSB: Suddenly a violent storm came up on the sea, so that the boat was engulfed by the waves. But Jesus was sleeping.
25 STV καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες Κύριε σῶσον ἡμᾶς, ἀπολλύμεθα BSB BSB: The disciples went and woke Him, saying, “Lord, save us! We are perishing!”
26 STV καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γαλήνη μεγάλη BSB BSB: “You of little faith,” Jesus replied, “why are you so afraid?” Then He got up and rebuked the winds and the sea, and it was perfectly calm.
27 STV οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ BSB BSB: The men were amazed and asked, “What kind of man is this? Even the winds and the sea obey Him!”
28 STV Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης BSB BSB: When Jesus arrived on the other side in the region of the Gadarenes, He was met by two demon-possessed men coming from the tombs. They were so violent that no one could pass that way.
29 STV καὶ ἰδού, ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἠλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; BSB BSB: “What do You want with us, Son of God?” they shouted. “Have You come here to torture us before the appointed time?”
30 STV ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη BSB BSB: In the distance a large herd of pigs was feeding.
31 STV οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων BSB BSB: So the demons begged Jesus, “If You drive us out, send us into the herd of pigs.”
32 STV καὶ εἶπεν αὐτοῖς Ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν BSB BSB: “Go!” He told them. So they came out and went into the pigs, and the whole herd rushed down the steep bank into the sea and died in the waters.
33 STV οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων BSB BSB: Those tending the pigs ran off into the town and reported all this, including the account of the demon-possessed men.
34 STV καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν BSB BSB: Then the whole town went out to meet Jesus. And when they saw Him, they begged Him to leave their region.