1 STV Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ λέγων, Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ BSB BSB: Then I was given a measuring rod like a staff and was told, “Go and measure the temple of God and the altar, and count the number of worshipers there.
2 STV καὶ τὴν αὐλὴν τὴν ἔσωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω, καὶ μὴ αὐτὴν μετρήσῃς ὅτι ἐδόθη τοῖς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσαράκοντα δύο BSB BSB: But exclude the courtyard outside the temple. Do not measure it, because it has been given over to the nations, and they will trample the holy city for 42 months.
3 STV καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους BSB BSB: And I will empower my two witnesses, and they will prophesy for 1,260 days, clothed in sackcloth.”
4 STV οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Θεοῦ τῆς γῆς ἑστῶσαι BSB BSB: These witnesses are the two olive trees and the two lampstands that stand before the Lord of the earth.
5 STV καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι BSB BSB: If anyone wants to harm them, fire proceeds from their mouths and devours their enemies. In this way, anyone who wants to harm them must be killed.
6 STV οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν ἵνα μὴ βρέχῃ ὑετὸς ἐν ἡμέραις αὐτῶν τῆς προφητείας καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν BSB BSB: These witnesses have power to shut the sky so that no rain will fall during the days of their prophecy, and power to turn the waters into blood and to strike the earth with every kind of plague as often as they wish.
7 STV καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει πόλεμον μετ’ αὐτῶν καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς BSB BSB: When the two witnesses have finished their testimony, the beast that comes up from the Abyss will wage war with them, and will overpower and kill them.
8 STV καὶ τὰ πτῶματα αὐτῶν ἐπὶ τῆς πλατείας πόλεως τῆς μεγάλης ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος ὅπου καὶ ὁ κύριος ἡμῶν ἐσταυρώθη BSB BSB: Their bodies will lie in the street of the great city—figuratively called Sodom and Egypt—where their Lord was also crucified.
9 STV καὶ βλέψουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ καὶ τὰ πτῶματα αὐτῶν οὐκ ἀφήσουσιν τεθῆναι εἰς μνῆματα BSB BSB: For three and a half days all peoples and tribes and tongues and nations will view their bodies and will not permit them to be laid in a tomb.
10 STV καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χάρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφρανθήσονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς BSB BSB: And those who dwell on the earth will gloat over them and celebrate and send one another gifts, because these two prophets had tormented them.
11 STV καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐπ’ αὐτούς καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς, BSB BSB: But after the three and a half days, the breath of life from God entered the two witnesses, and they stood on their feet, and great fear fell upon those who saw them.
12 STV καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς Ἀνάβητε ὧδε καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν BSB BSB: And the witnesses heard a loud voice from heaven saying, “Come up here.” And they went up to heaven in a cloud as their enemies watched them.
13 STV Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ BSB BSB: And in that hour there was a great earthquake, and a tenth of the city collapsed. Seven thousand were killed in the quake, and the rest were terrified and gave glory to the God of heaven.
14 STV Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδού, ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ BSB BSB: The second woe has passed. Behold, the third woe is coming shortly.
15 STV Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι, ἐγένοντο αἱ βασιλεῖαι τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων BSB BSB: Then the seventh angel sounded his trumpet, and loud voices called out in heaven: “The kingdom of the world has become the kingdom of our Lord and of His Christ, and He will reign forever and ever.”
16 STV καὶ οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ BSB BSB: And the twenty-four elders who sit on their thrones before God fell on their faces and worshiped God,
17 STV λέγοντες Εὐχαριστοῦμέν σοι κύριε ὁ θεὸς ὁ παντοκράτωρ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας BSB BSB: saying: “We give thanks to You, O Lord God Almighty, the One who is and who was, because You have taken Your great power and have begun to reign.
18 STV καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν BSB BSB: The nations were enraged, and Your wrath has come. The time has come to judge the dead and to reward Your servants the prophets, as well as the saints and those who fear Your name, both small and great—and to destroy those who destroy the earth.”
19 STV καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη BSB BSB: Then the temple of God in heaven was opened, and the ark of His covenant appeared in His temple. And there were flashes of lightning, rumblings, peals of thunder, an earthquake, and a great hailstorm.
Select verses for actions: Enter goes to them and Escape comes back.