1 STV Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ περιβεβλημένον νεφέλην καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός BSB BSB: Then I saw another mighty angel coming down from heaven, wrapped in a cloud, with a rainbow above his head. His face was like the sun, and his legs were like pillars of fire.
2 STV καὶ εἴχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν, τὸν δὲ εὐώνυμον ἐπὶ τὴν γῆν, BSB BSB: He held in his hand a small scroll, which lay open. He placed his right foot on the sea and his left foot on the land.
3 STV καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς BSB BSB: Then he cried out in a loud voice like the roar of a lion. And when he cried out, the seven thunders sounded their voices.
4 STV καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί τὰς φωνὰς ἑαυτῶν, ἔμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν μοι, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί καὶ μὴ ταὐτὰ γράψῃς BSB BSB: When the seven thunders had spoken, I was about to put it in writing. But I heard a voice from heaven saying, “Seal up what the seven thunders have said, and do not write it down.”
5 STV Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανὸν BSB BSB: Then the angel I had seen standing on the sea and on the land lifted up his right hand to heaven.
6 STV καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ ὅτι χρόνος οὐκ ἔσται έτι· BSB BSB: And he swore by Him who lives forever and ever, who created heaven and everything in it, the earth and everything in it, and the sea and everything in it: “There will be no more delay!
7 STV ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν καὶ τελεσθῇ τὸ μυστήριον τοῦ θεοῦ ὡς εὐηγγέλισεν τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις BSB BSB: But in the days of the voice of the seventh angel, when he begins to sound his trumpet, the mystery of God will be fulfilled, just as He proclaimed to His servants the prophets.”
8 STV Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ’ ἐμοῦ καὶ λέγουσα, Ὕπαγε λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς BSB BSB: Then the voice that I had heard from heaven spoke to me again, saying, “Go, take the small scroll that lies open in the hand of the angel standing on the sea and on the land.”
9 STV καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ, Δός μοι τὸ βιβλαρίδιον καὶ λέγει μοι Λάβε καὶ κατάφαγε αὐτό καὶ πικρανεῖ σου τὴν κοιλίαν ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι BSB BSB: And I went to the angel and said, “Give me the small scroll.” “Take it and eat it,” he said. “It will make your stomach bitter, but in your mouth it will be as sweet as honey.”
10 STV καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπικράνθη ἡ κοιλία μου BSB BSB: So I took the small scroll from the angel’s hand and ate it, and it was as sweet as honey in my mouth. But when I had eaten it, my stomach turned bitter.
11 STV καὶ λέγει μοι Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς BSB BSB: And they told me, “You must prophesy again about many peoples and nations and tongues and kings.”
Select verses for actions: Enter goes to them and Escape comes back.