1 STV Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου BSB BSB: Then the fifth angel sounded his trumpet, and I saw a star that had fallen from heaven to earth, and it was given the key to the pit of the Abyss.
2 STV καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος BSB BSB: The star opened the pit of the Abyss, and smoke rose out of it like the smoke of a great furnace, and the sun and the air were darkened by the smoke from the pit.
3 STV καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς BSB BSB: And out of the smoke, locusts descended on the earth, and they were given power like that of the scorpions of the earth.
4 STV καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ αδικήσωσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους μόνους οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν BSB BSB: They were told not to harm the grass of the earth or any plant or tree, but only those who did not have the seal of God on their foreheads.
5 STV καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ’ ἵνα βασανισθῶσιν μῆνας πέντε καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον BSB BSB: The locusts were not given power to kill them, but only to torment them for five months, and their torment was like the stinging of a scorpion.
6 STV καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύξεται ὁ θάνατος ἀπ’ αὐτῶν BSB BSB: In those days men will seek death and will not find it; they will long to die, but death will escape them.
7 STV Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων BSB BSB: And the locusts looked like horses prepared for battle, with something like crowns of gold on their heads; and their faces were like the faces of men.
8 STV καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν BSB BSB: They had hair like that of women, and teeth like those of lions.
9 STV καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον BSB BSB: They also had breastplates like breastplates of iron, and the sound of their wings was like the roar of many horses and chariots rushing into battle.
10 STV καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα ἦν ἐν ταῖς οὐραῖς αὐτῶν καὶ ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε BSB BSB: They had tails with stingers like scorpions, which had the power to injure people for five months.
11 STV καὶ ἔχουσιν ἐφ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων BSB BSB: They were ruled by a king, the angel of the Abyss. His name in Hebrew is Abaddon, and in Greek it is Apollyon.
12 STV Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα BSB BSB: The first woe has passed. Behold, two woes are still to follow.
13 STV Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ BSB BSB: Then the sixth angel sounded his trumpet, and I heard a voice from the four horns of the golden altar before God
14 STV λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ ὅς εἴχε τὴν σάλπιγγα Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ BSB BSB: saying to the sixth angel with the trumpet, “Release the four angels who are bound at the great river Euphrates.”
15 STV καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων BSB BSB: So the four angels who had been prepared for this hour and day and month and year were released to kill a third of mankind.
16 STV καὶ ὁ ἀριθμὸς στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν BSB BSB: And the number of mounted troops was two hundred million; I heard their number.
17 STV καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον BSB BSB: Now the horses and riders in my vision looked like this: The riders had breastplates the colors of fire, sapphire, and sulfur. The heads of the horses were like the heads of lions, and out of their mouths proceeded fire, smoke, and sulfur.
18 STV ὑπὸ τῶν τριῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ ἐκ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν BSB BSB: A third of mankind was killed by the three plagues of fire, smoke, and sulfur that proceeded from their mouths.
19 STV αἱ γὰρ ἐξουσίαι αὐτῶν ἐν τῷ στόματι αὐτῶν εἰσιν αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐταῖς ἀδικοῦσιν BSB BSB: For the power of the horses was in their mouths and in their tails; indeed, their tails were like snakes, having heads with which to inflict harm.
20 STV Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις οὔτε μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν ἵνα μὴ προσκυνήσωσιν τὰ δαιμόνια καὶ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν BSB BSB: Now the rest of mankind who were not killed by these plagues still did not repent of the works of their hands. They did not stop worshiping demons and idols of gold, silver, bronze, stone, and wood, which cannot see or hear or walk.
21 STV καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν BSB BSB: Furthermore, they did not repent of their murder, sorcery, sexual immorality, and theft.
Select verses for actions: Enter goes to them and Escape comes back.