1 STV Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ BSB BSB: Then Jesus spoke to the crowds and to His disciples:
2 STV λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι BSB BSB: “The scribes and Pharisees sit in Moses’ seat.
3 STV πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν BSB BSB: So practice and observe everything they tell you. But do not do what they do, for they do not practice what they preach.
4 STV δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά BSB BSB: They tie up heavy, burdensome loads and lay them on men’s shoulders, but they themselves are not willing to lift a finger to move them.
5 STV πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν BSB BSB: All their deeds are done for men to see. They broaden their phylacteries and lengthen their tassels.
6 STV φιλοῦσιν τὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς BSB BSB: They love the places of honor at banquets, the chief seats in the synagogues,
7 STV καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί, Ῥαββί. BSB BSB: the greetings in the marketplaces, and the title of ‘Rabbi’ by which they are addressed.
8 STV ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστὸς· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε BSB BSB: But you are not to be called ‘Rabbi,’ for you have one Teacher, and you are all brothers.
9 STV καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς BSB BSB: And do not call anyone on earth your father, for you have one Father, who is in heaven.
10 STV μηδὲ κληθῆτε καθηγηταί εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητὴς ὁ Χριστός BSB BSB: Nor are you to be called instructors, for you have one Instructor, the Christ.
11 STV ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος BSB BSB: The greatest among you shall be your servant.
12 STV ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται BSB BSB: For whoever exalts himself will be humbled, and whoever humbles himself will be exalted.
13 STV Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν BSB BSB: Woe to you, scribes and Pharisees, you hypocrites! You shut the kingdom of heaven in men’s faces. You yourselves do not enter, nor will you let in those who wish to enter.
14 STV Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα BSB BSB: Not in the BSB
15 STV Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν BSB BSB: Woe to you, scribes and Pharisees, you hypocrites! You traverse land and sea to win a single convert, and when he becomes one, you make him twice as much a son of hell as you are.
16 STV Οὐαὶ ὑμῖν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει BSB BSB: Woe to you, blind guides! You say, ‘If anyone swears by the temple, it means nothing; but if anyone swears by the gold of the temple, he is bound by his oath.’
17 STV μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; BSB BSB: You blind fools! Which is greater: the gold, or the temple that makes it sacred?
18 STV καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει BSB BSB: And you say, ‘If anyone swears by the altar, it means nothing; but if anyone swears by the gift on it, he is bound by his oath.’
19 STV μωροὶ καὶ τυφλοί, τί γὰρ μεῖζον τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; BSB BSB: You blind men! Which is greater: the gift, or the altar that makes it sacred?
20 STV ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πάσιν τοῖς ἐπάνω αὐτοῦ· BSB BSB: So then, he who swears by the altar swears by it and by everything on it.
21 STV καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν BSB BSB: And he who swears by the temple swears by it and by the One who dwells in it.
22 STV καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ BSB BSB: And he who swears by heaven swears by God’s throne and by the One who sits on it.
24 STV ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες BSB BSB: You blind guides! You strain out a gnat but swallow a camel.
25 STV Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας BSB BSB: Woe to you, scribes and Pharisees, you hypocrites! You clean the outside of the cup and dish, but inside they are full of greed and self-indulgence.
26 STV Φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν BSB BSB: Blind Pharisee! First clean the inside of the cup and dish, so that the outside may become clean as well.
28 STV οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας BSB BSB: In the same way, on the outside you appear to be righteous, but on the inside you are full of hypocrisy and wickedness.
29 STV Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων BSB BSB: Woe to you, scribes and Pharisees, you hypocrites! You build tombs for the prophets and decorate the monuments of the righteous.
30 STV καὶ λέγετε Εἰ ἤμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν BSB BSB: And you say, ‘If we had lived in the days of our fathers, we would not have been partners with them in shedding the blood of the prophets.’
31 STV ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας BSB BSB: So you testify against yourselves that you are the sons of those who murdered the prophets.
32 STV καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν BSB BSB: Fill up, then, the measure of the sin of your fathers.
33 STV ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης BSB BSB: You snakes! You brood of vipers! How will you escape the sentence of hell?
34 STV διὰ τοῦτο ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· BSB BSB: Because of this, I am sending you prophets and wise men and teachers. Some of them you will kill and crucify, and others you will flog in your synagogues and persecute from town to town.
35 STV ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου BSB BSB: And so upon you will come all the righteous blood shed on earth, from the blood of righteous Abel to the blood of Zechariah son of Berechiah, whom you murdered between the temple and the altar.
36 STV ἀμὴν λέγω ὑμῖν ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην BSB BSB: Truly I tell you, all these things will come upon this generation.
37 STV Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε BSB BSB: O Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her, how often I have longed to gather your children together, as a hen gathers her chicks under her wings, but you were unwilling!
38 STV ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος BSB BSB: Look, your house is left to you desolate.
39 STV λέγω γὰρ ὑμῖν οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου BSB BSB: For I tell you that you will not see Me again until you say, ‘Blessed is He who comes in the name of the Lord.’”